1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

αὐτοῦ, ἐφ' ᾧ ἐπὶ τῇ χειρὶ αὐτοῦ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ.» Ὁρᾷς ὁπόσα τῶν εἰρημένων ἡ γένεσις περιέχει; ὧν ἕνεκα ἡγοῦμαι μὴ παρασεσιωπῆσθαι τὰ παρὰ τῷ θαυμασίῳ εὐαγγελιστῇ τὰ ἐν τούτοις αἰνίγματα· φησὶν οὖν ὁ ἱερὸς Ἀπόστολος διερμηνεύων τὰ περὶ τοῦ φραγμοῦ τάχα που περὶ οὗ εἴρηται, τί διεκόπη διὰ σὲ φραγμὸς ὧδέ πως ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ποιήσας τὰ ἀμφότερα ἔν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀπαλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ.»

δʹ. Τούτοις οὖν τὴν διάνοιαν ἐπιστήσας, θέα μήποτε ἡ τῶν δυοῖν τῶν εἰρημένων μία γένεσις, ἥ τε τοῦ Φαρὲς δι' ὃν διεκόπη φραγμὸς, καὶ ἡ τοῦ πρώτου μὲν τὴν χεῖρα προβάλλοντος, δευτέρου δὲ προελθόντος, αἰνίττεται δύο βίων τρόπους τῶν ἠξιωμένων τῆς παρὰ τῷ Θεῷ γεννήσεως· ὧν ὁ μὲν κατὰ τὸ Εὐαγγέλιον, ὁ δὲ κατὰ τὸν Μωϋσέως ὑπέστη νόμον· ἀλλὰ γὰρ τούτων πρῶτος μὲν τὴν χεῖρα προβέβλητο ὁ κατὰ τὸ Εὐαγγέλιον· οὐ μὴν καὶ πρῶτος πρόεισιν εἰς φῶς· ὑποστείλας δὲ τὴν χεῖρα, τῷ κατὰ Μωϋσῆ δευτέρῳ ἰόντι προελθεῖν ἐπιτρέπει πρώτῳ· εἶθ' οὕτως αὐτὸς 22.909 πρῶτος ὢν, ὕστατος ἔξεισι, μετὰ τοῦ περὶ τὴν χεῖρα συμβόλου τοῦ πρῶτον αὐτὸν συνιστῶντος· ἦν δ' ὁ τῶν πρὸ Μωϋσέως θεοφιλῶν ἀνδρῶν βίος ὁ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καθ' ὃν διαπρέψαι μνημονεύονται οἱ ἀμφὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Μελχισεδέκτε καὶ Ἰὼβ, καὶ πολὺ τούτων πρότεροι οἱ ἀμφὶ Νῶε καὶ Σὴμ, καὶ Ἰάφεθ, Ἐνώχ τε καὶ ὅσοι ἄλλοι τούτοις γεγόνασι παραπλήσιοι· δίκαιοι γοῦν οἵδε πάντες, καὶ εὐσεβεῖς καὶ θεοφιλεῖς· εἰ καί τινες ἕτεροι μαρτυρηθέντες, τῆς μὲν κατὰ Μωϋσέα νομοθεσίας πάμπαν ὑπῆρχον ἀλλότριοι· προλαβόντες δὲ τὸν κατὰ Μωϋσέα τρόπον, ἡμῖν ὁμοίως τῇ κατὰ τὸ Εὐαγγέλιον φιλοσοφίᾳ διέλαμψαν.

εʹ. Ὁ μὲν οὖν πρῶτος, διὰ τοῦ Ζαρᾶ ἐδηλοῦτο, ὃς ἑρμηνεύεται Ἀνατολή· φωτὸς γὰρ εὐσεβείας αἱ πρῶται τῆς ἀνατολῆς αὐγαὶ, διὰ τῶν πρώτων ἐν ἀνθρώποις εὐσεβησάντων ἐξέλαμψαν· οἷοί περ ἦσαν οἱ πρὸ Μωϋσέως ἐκ πρώτης ἀνθρώπων συστάσεως θεοφιλεῖς ἀποφανθέντες· οἱ δὴ καὶ τῷ Ζαρᾷ παραπλησίως, πρῶτοι μὴν τὴν χεῖρα προεβάλοντο τὸν πρακτικὸν βίον ἐνδειξάμενοι· οὐ μὴν καὶ ἐκράτυνέ γε τοῦτον· τοῦ δὲ κατ' αὐτοὺς τρόπου ἐν ὑποστολῇ γενομένου· καὶ ὥσπερ τινὸς φραγμοῦ διακοπέντος, ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κατὰ Μωϋσέα βίος· ὃν δὴ μεσότοιχον φραγμὸν κέκληκεν ὁ θαυμάσιος Ἀπόστολος· διὸ καὶ ὠνομάσθη Φαρὲς, τῆς τοῦ φραγμοῦ· διακοπῆς ἐπώνυμος· ἑρμηνεύεται γοῦν Φαρὲς μερισμός· ἔνθεν καὶ Φαρισαῖοι παρ' αὐτοῖς διέπρεπον, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῆς τῶν πολλῶν ἐπιμιξίας· μακάριον μὲν οὖν καὶ πολὺ κρεῖττον ἦν μὴ διακοπῆναι τὸν φραγμὸν, ἕνα δὲ αὐτὸν καὶ ἀδιάκοπον μεῖναι· τοῦτο δ' ἂν γέγονεν εἰ τῷ τὴν χεῖρα προβεβλημένῳ πρώτῳ, συνακολουθήσας ὁ δεύτερος, τὸν αὐτὸν τρόπον ἐπολιτεύσατο· πολὺ γὰρ ἦν βέλτιον τοῖς ἐκ περιτομῆς εἰ κατὰ τὸν βίον τῶν πρόπαλαι θεοφιλῶν ἀνθρώπων ἐτύγχανον πεπολιτευμένοι· καὶ οὕτω γὰρ ἦν εἷς ὁ φραγμὸς, καὶ μία ἡ οἰκοδομὴ τῶν τε πρώτων καὶ τῶν ὑστάτων.

ςʹ. Ἐπειδὴ δὲ μὴ τὸν πρῶτον κρατῆσαι τρόπον ἡ τῶν δευτέρων συνεχώρησεν ἀσθένεια, διακοπῆς εἰκότως τοῦ κατὰ Θεὸν φραγμοῦ γενομένης, τοῦ τε μεσοτοίχου τοῦ φραγμοῦ παραβληθέντος, ὁ πάλαι πρῶτος τὴν χεῖρα προτείνας, δεύτερος ἔξεισιν εἰς φῶς, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸν παλαίτατον καὶ ἀρχαῖον φραγμὸν ἀνακτησαμένου· διὸ καί φησιν εἰς αὐτὸν ἡ προφητεία· «καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν·» οὗτος δὴ καὶ τὸ δηλωθὲν μεσότοιχον ἀνεῖλεν· ὃς Κύριος ὢν καὶ τοῦ σαββάτου ποιεῖ τὰ ἀμφότερα ἓν, κατὰ τὸν ἱερὸν Ἀπόστολον εἰπόντα «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ