1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

4

πατέρα· εἰ γὰρ τοῦτο παρελθόντες, μητρόθεν αὐτὸν ἐγενεαλόγουν, πρὸς τῷ καὶ ἀπρεπὲς εἶναι τοῦτο, καὶ τῆς τῶν θείων Γραφῶν εὐηθείας ἀλλότριον, ὅτι μηδεὶς τὸ πρότερον ἐκ γυναικὸς γενεαλογηθεὶς ἱστορεῖται, ἔδοξεν ἂν ἀπάτωρ τις εἶναι καὶ δυσγενὴς ὁ γενεαλογούμενος· τοῦτο δὲ, ὡς ἔφην, οὐ μικρᾶς ἦν δυσφημίας ὁμοῦ καὶ κατηγορίας· διὸ χρησίμως τὸν Ἰωσὴφ ἀπὸ ∆αβὶδ διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν γενεαλογοῦντες, ἐν ταυτῷ καὶ τὴν Μαριὰμ ἐκ ∆αβὶδ γεγονέναι συνίστων, διὰ τοῦ μνηστῆρος τὸ τῆς γαμετῆς ὑποφαίνοντες γένος· νόμου γὰρ Μωϋσέως διαγορεύοντος μὴ ἄλλοθεν ἐξεῖναι πρὸς γάμον λαμβάνειν, ἢ ἐκ τοῦ γένους τοῦ οἰκείου καὶ τῆς ἰδίας φυλῆς, ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆς 22.889 εἰς φυλὴν, αὐτάρκης ἦν ἡ περὶ τοῦ ἀνδρὸς ἀναγραφὴ καὶ τὴν γυναῖκα δηλῶσαι· νομικῶς γὰρ βιοὺς οὐδ' ἄλλοθεν ἐμνᾶτο τὴν γυναῖκα, ἢ πρῶτα μὲν ἐκ τῆς φυλῆς τῆς πατρικῆς αὐτοῦ, αὕτη δὲ ἦν ἡ τοῦ Ἰούδα· ἔπειτα ἐκ τοῦ δήμου καὶ τῆς αὐτῆς πατριᾶς, αὕτη δὲ ἦν ἡ τοῦ ∆αβίδ· τοιαῦτα γὰρ ἦν τὰ τοῦ νόμου παραγγέλματα· ὅτε τοίνυν ὁ Ἰωσὴφ φυλῆς γεγονὼς ἀποδείκνυται Ἰούδα, κλήρου τε καὶ πατριᾶς ∆αβὶδ, πῶς οὐχ ἕπεται καὶ τῇ Μαρίᾳ ἐκ τῶν αὐτῶν ὁρᾶσθαι;

ηʹ. Εἰ δὲ λέγοιτο ὑπάρχειν συγγενὴς τῆς Ἐλισάβετ, αὐτῆς μὲν οὔσης ἐκ φυλῆς Ἰούδα, τῆς τε Ἐλισάβετ ἐκ τῆς τοῦ Λευῒ, μὴ θαυμάσῃς· πᾶν γὰρ τὸ Ἰουδαίων ἔθνος ἑνὸς ἦν γένους, αἵ τε φυλαὶ πᾶσαι ἀλλήλων συγγενεῖς· ἔνθεν καὶ ὁ θεῖος Ἀπόστολος συγγενεῖς αὑτοῦ πάντας ὀνομάζει Ἰουδαίους, λέγων· «Ηὐχόμην γὰρ ἀνάθημα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται·» καίτοι συγγενεῖς αὐτοῦ ἐτύγχανον μόνοι ἐκ φυλῆς Βενιαμίν· οὐκοῦν πάντας ἁπλῶς τοὺς ἐξ Ἰσραὴλ ἀδελφοὺς καὶ συγγενεῖς ἑαυτοῦ προσεῖπεν ὁ Παῦλος· οὕτω δ' οὖν καὶ τὴν Ἐλισάβετ συγγενίδα προσεῖπεν ὁ ἄγγελος τῇ Μαριὰμ, διὰ τὸ ἄμφω Ἰσραηλίτιδας εἶναι· καὶ ἄλλως δὲ εἰκὸς ἀπὸ τόπου συγγενίδα τῆς Μαρίας κεκλῆσθαι τὴν Ἐλισάβετ, διὰ τὸ οἰκεῖν ἐπὶ τῆς Ἰούδα φυλῆς ἀφ' ἧς ὡρμᾶτο ἡ Μαρία· μαρτυρεῖ γοῦν ὁ Λουκᾶς λέγων· «Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ·» τοῦ γὰρ Μωϋσέως νόμου μὴ ἀφορίσαντος τῇ τῶν ἱερέων φυλῇ κλῆρον, ὅτι Κύριος ὁ Θεὸς μερὶς αὐτῶν, διαταξαμένου δὲ μεταξὺ τῶν λοιπῶν φυλῶν οἰκεῖν αὐτοὺς, τοῦ τε Ζαχαρίου καὶ τῆς Ἐλισάβετ πόλιν φυλῆς Ἰούδα κατοικησάντων, ἀφ' ἧς ὡρμᾶτο Μαρία, εἰκὸς καὶ ταύτης ἕνεκεν τῆς αἰτίας συγγενεῖς αὐτὰς ἀνειρῆσθαι· οὐκ ἀπεικὸς δὲ καὶ τῆς ὁμοιοτροπίας χάριν, δι' ἧς ἄμφω τῆς σωτηρίου οἰκονομίας ἠξιώθησαν, ἡ μὲν τὸν Σωτῆρα, ἡ δὲ τὸν πρόδρομον τοῦ Σωτῆρος ὑποδεξάμεναι, ἑνός τε καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος μετασχοῦσαι· διὸ καὶ μάλιστα μιᾶς τῆς κατὰ Θεὸν συγγενείας μετεῖχον. Ἀλλὰ τοῦτο μὲν οὕτως ἀπολυτέον.

θʹ. Εἰ δὲ κεφαλὴ τῆς γυναικὸς τυγχάνει ὁ ὢν ἀνὴρ, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, κατὰ τὸν Μωϋσέως νόμον, ἥ τε μεμνηστευμένη ἀνδρὶ διαμαρτοῦσα μοιχείας κατὰ τὸ αὐτὸ τιμωρίαν ὑπομένει, ὡς ἤδη τοῦ μνηστῆρος σῶμα γενομένη καὶ κεφαλὴν ἐπιγραψαμένη τὸν ἄνδρα, πῶς οὐχὶ τῆς κεφαλῆς γενεαλογουμένης, ἕπεται καὶ τὸ σῶμα τῇ κεφαλῇ συναριθμεῖσθαι; ὥστε καὶ τὴν Μαρίαν ἤδη 22.892 συνημμένην τῷ Ἰωσὴφ, εἰκότως συναντιλαμβάνεσθαι τῆς γενεαλογίας ὅτε μάλιστα τῆς αὐτῆς αὐτῷ φυλῆς οὐ μόνον, ἀλλὰ καὶ δήμου καὶ πατριᾶς ἀποδέδεικται γενομένη· καὶ ἄλλως δὲ ἐν τῷ πρὸς αὐτὴν χρηματισμῷ θεσπίζων ὁ Γαβριὴλ μετὰ τῶν ἄλλων εἴρηκε· «Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ·» σαφῶς διδάσκων ὅτι τοῦ ἐξ αὐτῆς γενησομένου προπάτωρ ἦν ὁ ∆αβίδ· πῶς γὰρ ἄλλως εἰκὸς ἦν ταῦτα τῇ παρθένῳ φάναι τὸν ἄγγελον, ἢ συνομολογοῦντα ἐκ τοῦ ∆αβὶδ εἶναι; οὐ γὰρ ἂν μὴ ἐκ ∆αβὶδ τυγχανούσῃ εἰρήκει τὸ, «∆ώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ·» ποίου γὰρ πατρός;