1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

8

διακόσμησιν τῶν ὅλων γενόμενος· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις τὸ τοῦ ∆αβίδ ἐστι γένος ἡ τοῦ Ἰούδα φυλὴ βασιλική· εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ' ὅμως καὶ Σολομῶν ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐ δεῖνες τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῗται· μάτην ἄρα πέπλασται τὸ ἐψευσμένον· μὴ δὴ κρατοίη τοιοῦτος λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ Θεοῦ πατέρων ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ. βʹ. Ἵνα οὖν καὶ τοῦτο μὲν τοῦ εἰρηκότος ἐλέγξωμεν τὴν ἀμαθίαν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ' ἀγνοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι. Ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ· φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ· νόμῳ δὲ, ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκνου· ὅτι γὰρ οὐδέπω αὐτοῖς δέδοτο ἐλπὶς ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα μείνῃ τοῦ μετηλλαχότος· ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ ἐμφερόμενοι, οἱ μὲν διεδέξαντο παῖς πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεννηκότων· οὕτως οὐδέτερον τῶν Εὐαγγελίων ψεύδεται καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη τά τε ἀπὸ Σολομῶνος καὶ τοῦ Νά 22.901 θαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερογαμίαις καὶ ἀναστάσει σπερμάτων· ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι· τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων· καὶ ἀμφοτέρας τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως μὲν, ἀλλ' ἀκριβῶς κατελθεῖν. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι. Ἡ κατὰ φύσιν γένεσις ἔστι Ματθαίου· ἡ κατὰ νόμον ἀνάστασις γένους, ἔστιν ἡ τοῦ Λουκᾶ· Ματθὰν ὁ ἀπὸ Σολομῶνος, ἐγέννησε τὸν Ἰακώβ· Ματθὰν ἀποθανόντος, Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἡλί· ὁμομήτριοι ἄρα ἀδελφοὶ, Ἡλὶ καὶ Ἰακώβ·Ἡλὶ ἀτέκνου ἀποθανόντος, ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί· οὕτως ἀμφοτέρων υἱὸς Ἰωσήφ.

Εʹ. ∆ιὰ τί ὁ Ματθαῖος τοῦ Ἀβραὰμ προτάττει τὸν ∆αβὶδ ἐν τῇ τοῦ

Χριστοῦ γενεαλογίᾳ φήσας· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ.

αʹ. Ἐπειδὴ πρώτῳ καὶ μόνῳ τῷ ∆αβὶδ μεθ' ὅρκου διαβεβαιώσεως, ἐξ αὐτοῦ

κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται οὖν· «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «∆ιεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνες ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ τὰ μὲν τῆς ἐπαγγελίας τοῦ προφητευομένου, τοιαῦτα ἦν· τοῦ δὲ Σολομῶνος τῆς βασιλείας οὐκ ἄδηλος ὁ χρόνος· λέγεται δὲ οὖν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν γένοιτ' ἂν ἀληθὲς εἰς αὐτὸν ἀναφερόμενον· «Ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι ταῦτα, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, καὶ ἡ ἀπὸ ∆αβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκησε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τοῦ ∆αβὶδ καταστάντος. Θέα δὲ ὡς καὶ τοῦτο προσέθηκεν ἡ προφητεία περὶ τοῦ θεσπιζομένου φήσασα· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα· καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Καὶ ἐν ἑτέρῳ πάλιν· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν·» ὅπερ ἀνοίκειον γένοιτ' ἂν Σολομῶνι.