1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

22.884 ᾠκονόμητο· εἰ γὰρ δὴ παρὰ τοῖς αὑτῆς γονεῦσιν οὖσαν ἔτι συνέβη κατὰ γαστρὸς λαβεῖν, κἂν εἰκὸς ἦν βοηθῆναι τὸ πρᾶγμα ὅτι μὴ ἐκ προδήλου ἀνδρὸς ἐκυοφορήθη, θᾶττον δ' ἂν καὶ ἀνῄρητο κατὰ τὸν νόμον· ἢ εἰ μὴ τοῦτο, αἰσχρᾶς δ' οὖν οὐκ ἂν ἠλευθέρωτο ὕβρεως· οὐ γὰρ δήπου μάρτυς αὐτὴ ἑαυτῆς καὶ τῶν περὶ αὐτῇ πεπραγμένων ἀξιόπιστος ἦν· οὐδ' ἂν ἐπείσθη τις ἢ ἀγγέλου ἐπιφάνειαν, καὶ τὰ πρὸς αὐτὴν εἰρημένα πρὸς τοῦ Γαβριὴλ αὐτῇ διηγουμένῃ, οὐδ' ἂν κύουσαν ἤδη προσήκατο εἰς τὸν ἑαυτοῦ οἶκον Ἰωσὴφ, ἀνὴρ δίκαιος εἶναι μεμαρτυρημένος· διόπερ εἰκότως οὐ παρὰ τοῖς αὑτῆς γονεῦσιν, ἀλλ' ἤδη παρ' αὐτῷ γενομένη ἐγκύμων σὺν αὐτῷ γενομένη, παρ' αὐτὴν ὡς εἰπεῖν τὴν τοῦ γάμου τάξιν· πρὸ γὰρ τοῦ συνελθεῖν αὐτοὺς, ὡς ἡ Γραφὴ μαρτυρεῖ, εὑρέθη ἐν γαστρὶ ἔχουσα.

γʹ. Τίνι δ' ἄρα εὑρέθη, ἀλλ' ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνα τρόπον εὕρηται τοῦτο τῷ Ἰωσὴφ, ὁ λόγος διδάξει φὰς, ἐκ Πνεύματος ἁγίου γνωστὸν γέγονεν οὕτω καὶ τῷ Ἰωσήφ· δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς κύησιν, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Αὐτίκα συνεὶς καὶ καταπλαγεὶς ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· μείζονα ἢ κατὰ τὴν σὺν αὐτῷ διατριβὴν τὰ πεπραγμένα εἶναι λογισάμενος. Καὶ τοῦτο ἄρα ἦν τὸ αἴτιον, δι' ὃ, δίκαιος ὢν, οὐκ ἔκρινε μὲν δίκαιον εἶναι δειγματίσαι αὐτὴν, ἐβουλήθη δὲ λάθρα ἀπολῦσαι αὐτήν· καὶ μὴν εἰ μὴ ἐξ ἁγίου Πνεύματος πέπειστο αὐτὴν συνειληφέναι, ἀκριβῶς εἰδὼς ὅτι μηδὲ ἐξ αὐτοῦ τὸ κατὰ γαστρὸς ἔφερε, τί δῆτα δίκαιος ὢν ὁ ἀνὴρ, οὐκ εἰς πάντας ἐξάγων τὴν διαφθαρεῖσαν πρὸ γάμου τὴν ὥραν, τοῖς τὰ τοιαῦτα κρίνειν παρεδίδου δράσασαν δειγματίσαι; πῶς δὲ δίκαιος ὁ τὴν παράνομον πρᾶξιν ἐπισκιάζειν καὶ ἐπικρύπτειν προθυμούμενος; ἀλλ' οὐκ εἰκὸς τὸν εὐαγγελιστὴν δίκαιον αὐτὸν ἐπὶ τούτοις φάναι, ἀλλὰ γὰρ συναισθόμενον διὰ ἁγίου Πνεύματος τὴν θειοτέραν τῆς Παρθένου γεγονέναι κύησιν, καὶ κρείττονα τῆς σὺν αὐτῷ διατριβῆς ἡγησάμενον εἶναι τὴν οἰκονομίαν, εἰκότως φησὶν αὐτὸν διανενοῆσθαι λάθρα ἀπολῦσαι αὐτὴν μὴ δειγματισθεῖσαν ὑπ' αὐτοῦ, μηδὲ τοῖς πολλοῖς φανερὰν γενομένην· εὖ γοῦν καὶ τὸ μὴ θέλων αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησε μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἀλλὰ μὴ δειγματίσαι θέλων· πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταυτὸν σημαίνει τὸ γράψαι καὶ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι· οὕτως οὐδὲ τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι, τὴν ἐπὶ κακῶς πράξαντι εἰς πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· τὸ δὲ δειγματίσαι, τὸ φανερὸν ἁπλῶς ποιῆσαι.

δʹ. Ἐπειδὴ δὲ τούτου γενομένου, εἰ καὶ λάθρα αὐτὴν ἀπολελύκει, μεῖζον ἦν τὸ πρᾶγμα, ἢ κατὰ τὸ λαθεῖν τοὺς πολλοὺς, εἰκότως ἐπιστὰς ὄναρ ὁ ἄγγελος ἔφη τῷ Ἰωσήφ· «Ἰωσὴφ Ἰωσὴφ υἱὸς ∆αβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ θέα γε ὡς πρῶτον υἱὸν ∆αβὶδ ἀνακαλεῖ, ἀναπέμπων ἐπὶ τὸν προπάτορα, διὰ τὸν ἐκ σπέρματος ∆αβὶδ τοῖς πᾶσι προσδοκώμενον· ἐπεὶ διὰ τί μὴ υἱὸν αὐτὸν ἔφησεν Ἰακώβ; οὗτος γὰρ ἦν αὐτοῦ κατὰ σάρκα πατὴρ, ὡς μαρτυρεῖ ὁ εὐαγγελιστής· «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» νῦν δὲπαρεὶς τοῦ πατρὸς τὴν μνήμην, τοῦ προπάτορος ὑπομιμνήσκει· μονονουχὶ σημαίνων ὡς ἄρα ὁ ἐπηγγελμένος τῷ ∆αβὶδ, οὗτος ἦν ὁ παραδόξως ὁ μὴ ἐξ αὐτοῦ, ἐκ Πνεύματος δὲ ἁγίου ὑπὸ τῆς Μαρίας κυούμενος· ἔπειτα δὲ αὐτῷ θαρσεῖν παρακελεύεται δι' ὃν εἶχεν φόβον· οὐχ ὁ τυχὼν γὰρ φόβος ἦν αὐτῷ συναισθομένῳ μὴ ἐξ ἀνδρὸς κεκυηκέναι τὴν Μαρίαν· κἄπειτα αὐτὸν διδάσκει οὐχ ὃ μὴ ἠγνόει, ἀλλὰ τοῦ καὶ πρότερον γιγνωσκομένου τὴν αἰτίαν· λέγει δ' οὖν· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.»