1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

10

αʹ. Τὴν Θάμαρ εἴ τις ὡς πόρνην διαβάλλειν πειρῷτο, αὐτοῦ δὴ τοῦ Ἰούδα ἐπακουσάτω λέγοντος· «∆εδικαίωται Θάμαρ ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σιλὼμ τῷ υἱῷ μου·» οὐ γὰρ δὴ πορνεύειν προθεμένη ἐπὶ τοῦ τέγους ἔστη, λογισμῷ δὲ σεμνῷ παιδοποιΐας χάριν τὸν Ἰούδαν θηρᾶται· οὐκ ἄδηλος δὲ καὶ ἡ αἰτία· ὁ μὲν γὰρ αὐτῇ παρακελεύεται μένειν ἐπ' οἴκου, ἕως μέγας γένηται Σιλὼμ ὁ υἱὸς αὐτοῦ, ὡς αὐτὸς ληψόμενος αὐτήν· ἡ δὲ ἐπείθετο προθύμως, ἄπαις μένουσα καὶ χήρα, τὰς τοῦ Ἰούδα παρεγγυὰς ἐκδεχομένη· ὡς δὲ οὐκ ἐπῆγε ταῖς ἐπαγγελίαις τέλος, τοῦ περὶ παῖδας πόθου τοῖς τότε ἀνθρώποις διὰ σπουδῆς ἀγομένου, καὶ τῆς ἀτεκνίας ἐν ἐσχάτοις κακοῖς παρὰ πᾶσι τότε λελογισμένης, διαψευσάμενον αὐτῇ συνιδοῦσα τὸν Ἰούδαν, καὶ τὰς ἀπὸ τοῦ παιδὸς ἐλπίδας εἰς μάτην παραληφθείσας, αὕτη ἐπιτίθεται τῷ ἀνδρί· οὐ πώποτε νόμου Μωϋσέως, οὐδέ γε προφητῶν, οὐδὲ ἑτέρου τινὸς ἀπαγορεύοντος τὰ τοιαῦτα· κἄπειτα σοφίζεται τὴν ἐξ αὐτοῦ παιδοποιΐαν· μὴ δείξασα γοῦν ἑαυτὴν τίς ποτε ἦν, συνελθεῖν αὐτῷ μηχανᾶται· ὁμοῦ τὸ σῶφρον τὸ ἑαυτῆς, κἀκείνου τὸ ἀκρατὲς ἀπελέγχουσα· ἡ μὲν γὰρ μακροῖς ἔτεσιν αὐτῷ πειθομένη, χήρα καὶ ἄπαις διέμενεν· ἀλλὰ καὶ παρὸν γήμασθαι ἑτέρῳ, καὶ τέκνων μητέρα ἔκ τινος ἀλλογενοῦς καταστῆναι ἀνδρὸς, οὐ ποιεῖ τοῦτο· τῆς τῶν προγόνων τοῦ Ἰούδα, Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ δὴ καὶ τῆς τοῦ Ἰσραὴλσυγγενείας ἐφιεμένη· ὁ δὲ χηρεύειν τὴν παῖδα καταλιπὼν, καὶ κόρην ἄπαιδα ἐπὶ μακροὺς ἀναρτήσας χρόνους, οὐχ οἷός τε ἦν κρατεῖν ἑαυτοῦ μετὰ τὴν τῆς γυναικὸς τελευτήν· ἀλλ' ἅμα τελευτᾷ ἡ τοῦ Ἰούδα γυνὴ, ὁ δὲ, μηδενός πως νόμου τῶν τοιῶνδε ἀπείργοντος, πόρνην ὑπολαβὼν τὴν εἰρημένην, ἡλίσκετο πρὸς αὐτῆς οὐ δίκαια πράττων· ὅτι δὴ τοιοῦτος ὢν αὐτὸς τὴν ἐπὶ μακροῖς ἔτεσι τὰς ὑποσχέσεις ἐκδεξαμένην τὰς αὐτοῦ, φιλόσοφόν τε καὶ σώφρονα βίον ἐπιδεδειγμένην, ἀπεστέρει τοῦ περὶ τὴν παιδοποιΐαν καρποῦ.

βʹ. Ταύτῃ οὖν τὸν ἄνδρα ὑποδῦσα, ἐκ πρώτης ὁμιλίας διδύμου γονῆς ἐξ αὐτοῦ γίνεται μήτηρ, τοῦτον αὐτῇ τοῦ Θεοῦ καρπὸν τῆς ἀγαθῆς προθέσεως ἕνεκα δεδωρημένου· παρὸν γὰρ ἄλλοις ἑαυτὴν ἀγαγεῖν, καὶ ἑτέροις ἀλλοφύλοις καὶ ἀσεβέσι συναφθῆναι, τοῦτο μὲν οὐ διενοήθη· τοῦ δὲ τῶν θεοφιλῶν γένους εὐχὴν θεμένη καταξιωθῆναι, καίπερ οὖσα ἀλλόφυλος, τὴν τοσαύτην συνεσκευάσατο δραματουργίαν· οὐ πρότερον δὲ ἡ Θάμαρ ἐτόλμα παρεῖναι ἐπὶ τὴν τοῦ 22.908 Ἰούδα κοινωνίαν, ἢ ἐκποδὼν γενέσθαι τὴν προτέραν αὐτοῦ γαμετήν· πρὸ τοῦ ταύτης θανάτου οὐχ ὅσιον ἡγουμένη τὸ ἐπιχείρημα· ἔμενε γοῦν παρ' ἑαυτῇ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, καίπερ οὖσα ἄτεκνος κἂν μέχρι τέλους ἄπαις διέμενεν, εἰ μὴ τὸν καιρὸν αὐτῇ συλλαβέσθαι ἡγήσατο· διὸ δὴ, ὡς ἔφην, Θεοῦ καταξιοῦται συνεργοῦ, ὃς ἐκ μιᾶς τοῦ Ἰούδα κοινωνίας, παίδων αὐτῇ διττῶν ἀθρόως ἐδωρήσατο καρπόν· ὁμοῦ περὶ τὴν τῶν παίδων γένεσιν μυστηριώδεις ἐπιτελῶν οἰκονομίας· δι' ἃς καὶ οἶμαι μάλιστα τὸν θαυμάσιον εὐαγγελιστὴν τὴν πᾶσαν μνήμην αὐτῶν τῇ τοῦ Σωτῆρος ἡμῶν συμπεριλαβεῖν γενεαλογίᾳ· διδύμων γὰρ παίδων ἐξ αὐτῆς γενομένων, τοῦ τε Ζαρᾶ καὶ τοῦ Φαρὲς, οὐ τὰ τυχόντα μοι δοκεῖ ἐκ τῆς τούτων γενέσεως ὁ τῆς Γραφῆς αἰνίττεσθαι λόγος· διὸ καὶ ἀμφοῖν μνημονεῦσαι τὸν Ματθαῖον τῆς τε τούτων μητρὸς εἰπόντα «Ἰούδας δὲ ἐγέννησε τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ·» διὰ τί γὰρ οὐκ ἠρκέσθη φάναι, Ἰούδας ἐγέννησε τὸν Φαρὲς, παραλιπὼν τὸν Ζαρᾶ, ὅπερ πεποίηκεν ἐπὶ τοῦ Ἰακώβ; μόνου γὰρ τοῦ Ἰακὼβ μνησθεὶς, ἀποσιωπᾷ τὸν Ἠσαῦ.

γʹ. Προστίθησι δὲ καὶ ἀπὸ τίνος μητρὸς, λέγων ἐκ τῆς Θάμαρ, παρακαλῶν ἐπισκέψασθαι τὴν περὶ τούτων ἱστορίαν· γράφει γοῦν ὁ Μωϋσῆς ἐν τῇ Γενέσει λέγων· «Ἐγένετο δὲ ἡνίκα ἔτικτε Θάμαρ, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς· ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος προεξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπεν· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς