1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

18

Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ, καὶ εὐνοῦχοι αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.» Οὗτος δὴ οὖν ὁ δεύτερος Ἰωακεὶμ εἰς Βαβυλῶνα ἀπαχθεὶς, οὗτος ἦν αὐτὸς ὁ πρὸς τοῦ Ἱερεμίου Ἰεχονίας ὠνομασμένος, ἔκγονος τυγχάνων τοῦ Ἰωσία, ἀλλ' οὐχ υἱός· διὸ εἰκότως ἂν συναριθμοῖτο ἐν τῇ τρίτῃ γενεαλογίᾳ τῶν ἀπὸ Ἰεχονία μέχρι τοῦ Χριστοῦ γενεῶν δεκατεσσάρων· τοῦ πατρὸς αὐτοῦ, ὃς ἦν τοῦ Ἰωσία παῖς, σὺν τῷ πατρὶ ἐν ταῖς ἀνωτέρω γενεαῖς καταριθμουμένου· καὶ οὕτως ἡμῖν καὶ ὁ τῶν ὑστάτων δεκατεσσάρων γενεῶν ἀριθμὸς συνίσταται πλήρης.

Ι∆ʹ. ∆ιὰ τί τοῦ τέκτονος υἱὸς ὁ Σωτὴρ ἡμῶν ἐχρημάτισεν, ἀλλ' οὐ

τινὸς ἐπισήμου καὶ ἐνδόξου ἀνδρός. Οὐ τὴν ἔνθεον αὐτοῦ βασιλείαν ἐπιδείξων ἐλήλυθεν· ἐπεὶ μηδὲ φανητικῶς

καὶ ἐπιδεικτικῶς ἡμῖν παρῄει· ἡ δὲ ὁδὸς αὐτῷ τῆς εἰς οὐρανοὺς ἀφίξεως ἐπὶ τούτῳ ἐγίνετο, ἐφ' ᾧ τε τὸν τῶν ἀνθρώπων βίον περικαθάροιτο, τὸν ἐκ τῆς τῶν ἀνθρώπων ἀγέλης ἀμνὸν τοῦ Θεοῦ ἀντίψυχον καὶ καθάρσιον ὑπὲρ πάντων ἡμῶν αὐτὸς ἑαυτὸν ἐπιδούς· ἵν' οὖν ἀπαραποδίστως εἰς τέλος ἀχθείη τοῦτο, τὰ πλεῖστα τῶν αὐτοῦ θαυμάτων ἀπέκρυπτέ τε καὶ ἐπεσκίαζε, ποτὲ μὲν παραινῶν μὴ εἰς πάντας ἐκφέρειν τὰ ὑπ' αὐτοῦ πραττόμενα, ποτὲ δὲ τὰς ἐρημίας διώκων καὶ τὰς ἐν τοῖς ὄρεσι διατριβάς· καὶ τὴν ἔνθεον αὐτοῦ μεταμόρφωσιν οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς ἅπασιν, μόνοις δὲ τρισὶν, ἐπεδείκνυτο· αὐτοῖς τε τούτοις παρεκελεύετο μηδενὶ φάναι τὸ ὅραμα, ἕως ἂν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ· οὐκ ἂν δὲ ἔπαθεν ὑπὲρ ἡμῶν τὰ ἀναγεγραμμένα, εἰ οἷά τις ἔνδοξος βασιλεὺς μετὰ δορυφορίας ἐνθέου καὶ παρατάξεως ἐπῄει· ὁμοῦ καὶ τὰς ἐνθέους ἐνεργῶν παραδοξοποιΐας, ὁμοῦ καὶ κρείττονα ἑαυτὸν ἐπιδεικνὺς πάσης φύσεως· εἰκότως οὖν κατὰ τὸν Ἀπόστολον, «ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» καὶ τοῦ πένητος Ἰωσὴφ υἱὸς οὐκ ἀπηνήνατο χρηματίσαι· ἵνα καὶ οὕτως ἐπαληθεύσῃ τὸ φάσκον περὶ αὐτοῦ λόγιον· «Ὅτι πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» ΙΕʹ. Πῶς ἐπὶ τὸν θρόνον λέγεται ∆αβὶδ κεκαθι κέναι. αʹ. ∆ιαφόρως νοεῖται ὁ θρόνος ∆αβίδ· καθ' ἕνα μὲν τρόπον, καθ' ὃν εἴποι ἄν τις δηλοῦσθαι τὸν ἐφ' ᾧ 22.929 ἐκαθέζετο βασιλεύων, τάχα που ἐξ ἐλέφαντος καὶ ξύλων πεποιημένον, χρυσῷ τε καὶ λίθοις βασιλικοῖς κεκοσμημένον· καθ' ἕτερον δὲ καθ' ὂν τὴν ἀρχὴν αὐτὴν καὶ τὴν κατὰ παντὸς τοῦ ἔθνους ἡγεμονίαν, θρόνον βασιλείας εἰώθαμεν ἀποκαλεῖν· τρίτος ἂν παρὰ τοὺς εἰρημένους λεχθείη τρόπος, καθ' ὃν ὁ ἐπηγγελμένος ὑπὸ τοῦ Θεοῦ τῷ ∆αβὶδ θρόνος ὀνομασθείη ἂν αὐτοῦ, οὐκ ἐφ' ὃν αὐτὸς ἐκαθέσθη, ἀλλ' ὃν διὰ τῶν πρὸς αὐτὸν θεοπρεπῶν οἱ θεῖοι λόγοι περιέχουσι· γέγραπται γὰρ ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Ὡς ὤμοσα ∆αβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου· καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ ∆αβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.»

βʹ. Ἐπεὶ τοίνυν θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὸν αἰῶνα διαμένοντα δώσειν ἐπήγγελτο διὰ τῶν εἰρημένων ὁ Θεὸς τῷ ∆αβὶδ, πολλὴ μέν τις ἦν διὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει προσδοκία περὶ τοῦ δηλωθέντος θρόνου· βραχὺν δὲ χρόνον τοῦ ∆αβὶδ ἡγησαμένου, καὶ Σολομῶνος μετ' αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τῶν διαδόχων τῆς αὐτῶν βασιλείας εἰς Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν