3
ὄλεθρον πάντα κατενεχθῇ. ∆υνατὸν γὰρ αὐτῷ καὶ τοὺς πεπτωκότας ἐγεῖραι καὶ τοὺς πεπλανημένους ἐπιστρέψαι καὶ τοὺς σκανδαλισθέντας διορθῶσαι καὶ τοὺς μυρίων πληρωθέντας ἁμαρτημάτων ἀπαλλάξαι καὶ δικαίους ποιῆσαι καὶ τοὺς νεκρωθέντας ζωογονῆσαι καὶ τὰ κατασκαφέντα λαμπρὰ ἐργάσασθαι καὶ τὰ παλαιωθέντα ἀνανεῶσαι.
Εἰ γὰρ τὰ μὴ ὄντα ποιεῖ ὡς ὄντα καὶ τοῖς μηδαμοῦ μηδαμῶς φαινομένοις χαρίζεται τὸ εἶναι, πολλῷ μᾶλλον τὰ ὄντα καὶ γενόμενα διορθώσεται. Ἀλλὰ πολλοὶ οἱ πλανώμενοι; Πολλοὶ οἱ σκανδαλιζόμενοι; Πολλάκις καὶ ἤδη τοιαῦτα γέγονεν, ἀλλ' ὕστερον τὴν προσήκουσαν ἔλαβε πάντα διόρθωσιν, πλὴν εἰ μή τινες ἀνιάτως ἔμειναν ἔχοντες καὶ μετὰ τὴν τῶν πραγμάτων μεταβολήν. Τί ταράττει καὶ τί ἀλύεις, εἰ ὁ δεῖνα ἐκβέβληται καὶ ὁ δεῖνα εἰσενήνεκται; Ὁ Χριστὸς ἐσταυροῦτο καὶ Βαραββᾶς ὁ λῃστὴς ἐξήγετο καὶ ὁ διεφθαρμένος ἐβόα δῆμος τὸν ἀνδροφόνον τοῦ σωτῆρος καὶ εὐεργέτου δεῖν μᾶλλον σωθῆναι. Πόσους νομίζεις ταῦτα ἐσκανδάλισε τότε; Πόσους τέως ταῦτα ἀπώλεσε; Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀναγκαῖον ἀγαγεῖν. Οὐκ εὐθέως τεχθεὶς οὗτος ὁ σταυρωθεὶς μετανάστης ἐγίνετο καὶ φυγὰς καὶ μετὰ ὁλοκλήρου τῆς οἰκίας πρὸς τὴν ἀλλοτρίαν ἐξ αὐτῶν τῶν σπαργάνων ἀπῳκίζετο γῆν διάστημα ὁδοῦ τοσοῦτον εἰς βάρ βαρον ἀπαγόμενος χώραν; Καὶ αἱμάτων ῥύακες ἐκ τῆς ὑποθέσεως ταύτης ἐγίνοντο καὶ φόνοι ἄδικοι καὶ σφαγαὶ καὶ ἡ ἄωρος ἡλικία πᾶσα καθάπερ ἐν παρατάξει καὶ πολέμῳ κατεκόπτετο καὶ τῶν μαζῶν ἀποσπώμενοι οἱ παῖδες σφαγῇ παρεδίδοντο καὶ ἔτι τοῦ γάλακτος ἐπὶ τοῦ φάρυγγος ὄντος διὰ τοῦ λαιμοῦ καὶ τῆς δέρης τὸ ξίφος ἠλαύνετο. Τί ταύτης χαλεπώτερον τῆς τραγῳδίας; Καὶ ταῦτα ἔπραττεν ὁ ζητῶν αὐτὸν ἀνελεῖν καὶ ὁ μακρόθυμος ἠνείχετο τοιαύτης τολμωμένης τραγῳδίας, τοσούτου ῥέοντος αἵματος. Καὶ ἠνείχετο κωλῦσαι δυνάμενος ἀπορρήτῳ τινὶ σοφίᾳ τὴν τοσαύτην ἐπιδεικνύμενος μακροθυμίαν. Ἐπειδὴ δὲ ἐπανῆλθεν ἀπὸ τῆς βαρβάρων χώρας καὶ ηὐξήθη, πόλεμος πανταχόθεν ἀνερριπίζετο. Καὶ πρῶτον μὲν οἱ Ἰωάννου διεφθόνουν καὶ ἐβάσκαινον μαθηταί, καίτοι γε ἐκείνου τὰ αὐτοῦ θεραπεύοντος καὶ ἔλεγον· ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ταῦτα γὰρ ὑποκνιζομένων ἦν λοιπὸν τὰ ῥήματα καὶ φθόνῳ βαλλομένων καὶ τηκομένων τῷ πάθει. ∆ιὰ δὴ τοῦτο καὶ μετὰ Ἰουδαίου τινὸς εἷς τῶν μαθητῶν τῶν ταῦτα εἰρηκότων ἐφιλονείκει καὶ ἐπύκτευε τὸν περὶ καθαρσίων λόγον κινῶν καὶ βάπτισμα βαπτίσματι παραβάλλων, τὸ Ἰωάννου τῷ τῶν μαθητῶν τοῦ Χριστοῦ. Ἐγένετο γάρ, φησίν, ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου τινὸς ζήτησις περὶ καθαρισμοῦ. Ἐπειδὴ δὲ καὶ τῶν σημείων ἥψατο, πόσαι αἱ συκοφαντίαι; Οἱ μὲν Σαμαρείτην ἐκάλουν καὶ δαιμονῶντα λέγοντες· ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις. Οἱ δὲ πλάνον, λέγοντες· οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Οἱ δὲ γόητα, λέγοντες· ὅτι ἐν τῷ ἄρχοντι τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Καὶ συνεχῶς ταῦτα ἐπέλεγον καὶ ἀντίθεον ὠνόμαζον καὶ γαστρίμαργον καὶ μέθυσον καὶ πονηρῶν καὶ διεφθαρμένων φίλον. Ἦλθε γάρ, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καί, ὅτε δὲ τῇ πόρνῃ διελέγετο, ψευδοπροφήτην αὐτὸν ἐκάλουν. Εἰ γὰρ ἦν προφήτης, φησίν, ᾔδει τίς ἐστιν ἡ γυνὴ αὕτη ἡ λαλοῦσα αὐτῷ. Καὶ καθ' ἑκάστην ἡμέραν τοὺς ὀδόντας ἠκόνουν κατ' αὐτοῦ. Καὶ οὐκ Ἰουδαῖοι μόνον οὕτως ἐπολέμουν αὐτῷ, ἀλλ' οὐδὲ αὐτοὶ οἱ δοκοῦντες εἶναι ἀδελφοὶ ὑγιῶς εἶχον πρὸς αὐτόν. Ἀλλὰ καὶ ἐκ τῆς οἰκίας ὁ πόλεμος αὐτῷ ἀνερριπίζετο. Ὅρα γοῦν πῶς καὶ αὐτοὶ ἦσαν διεφθαρμένοι, ἐξ ὧν καὶ ὁ Εὐαγγελιστὴς ἐπαγαγὼν ἔλεγεν· οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν.
Ἀλλ', ἐπειδὴ σκανδαλιζομένων μέμνησαι πολλῶν καὶ ἀπολλυμένων, πόσους