1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

14

ἀδάμαντα διαλυθέντα τῇ ἀγωνίᾳ; Ψεύδεται τὸ γένος καὶ ἕτερον ἀνθ' ἑτέρου περιτίθησι τῇ γυναικὶ τὸ πρόσωπον καὶ τοῖς λύκοις εὐάλωτον ποιεῖ τὴν ἀμνάδα καί, ὃ πάντων ἐστὶν ἀνδράσιν ἀφορητότερον, γυναῖκα ἰδεῖν ὑβριζομένην μᾶλλον δὲ καὶ ὑποπτεύειν μόνον, τοῦτο καὶ τὸ τούτου χαλεπώτερον-οὐδὲ γὰρ ὑποψία, ἀλλ' ὕβρις ἔργῳ τολμωμένη-οὐ μόνον ὁρᾷ, ἀλλὰ καί, ὅπως τολμηθείη, κατασκευά ζει καὶ κοῦφον αὐτῷ φαίνεται τοῦτο καὶ φορητὸν καὶ πάθος ἐκράτει πάθους τοῦ χαλεποῦ τὸ χαλεπώτερον καὶ ζηλοτυπίας περιεγένετο δειλίᾳ θανάτου. Καὶ ὁ μέγας δὲ Ἠλίας ἐκεῖνος διὰ τὸν τούτου φόβον δραπέτης καὶ φυγὰς καὶ μετανάστης ἐγίνετο ἀπειλὴν μόνην δείσας πορνευομένης καὶ ἐναγοῦς γυναικός. Καὶ ὁ τὸν οὐρανὸν ἀποκλείσας καὶ τοσαῦτα θαύματα ἐργασάμενος, ῥημάτων φόβον οὐκ ἤνεγκεν, ἀλλ' οὕτω τὴν οὐρανομήκη ψυχὴν ἐκείνην κατέσεισεν ἡ ἀγωνία, ὡς καὶ πατρίδα καὶ δῆμον τοσοῦτον, δι' ὃν τοσαῦτα παρεκινδύνευσε, καταλιπεῖν ἀθρόον καὶ τεσσαράκοντα ἡμερῶν ὁδεῦσαι ὁδὸν καὶ πρὸς τὴν ἐρημίαν μετοικισθῆναι μετὰ τὴν παρρησίαν ἐκείνην, μετὰ τὴν τοσαύτην ἐλευθεροστομίαν, μετὰ τὴν τοσαύτην τῆς ἀνδρείας ἐπίδειξιν. Καὶ γὰρ φοβερὰ σφόδρα τοῦ πράγματος ἡ φύσις. Λιά τοι τοῦτο καθ' ἑκάστην ἡμέραν ἐπιοῦσα ἡμῶν τὸ γένος οὕτω καθ' ἕκαστον ἡμᾶς ἐκπλήττει νεκρὸν καὶ συγχέει καὶ συστέλλει ὡς ἀθρόον τότε φαινομένη. Καὶ οὐδὲν ἴσχυσεν εἰς παραμυθίαν ἡ τοῦ χρόνου μελέτη οὐδὲ τὸ καθ' ἑκάστην ἐν ταύτῃ γυμνάζεσθαι τῇ θεωρίᾳ. Οὐδὲ ἐπαλαιώθη τῷ χρόνῳ τὰ τῆς ἀθυμίας καὶ τῆς ἐκπλήξεως ταύτης, ἀλλὰ καὶ νεάζει καὶ ἀκμάζει διηνεκῶς καὶ τὸν φόβον ἀκραιφνῆ καὶ ἀνθοῦντα ἔρχεται καθ' ἑκάστην φέρουσα τὴν ἡμέραν καὶ μάλα εἰκότως. Τίς γὰρ οὐκ ἂν αἰσχυνθείη καὶ καταπέσοι, ὅταν ἴδῃ τὸν χθὲς καὶ πρὸ ὀλίγων ἡμερῶν βαδίζοντα, ἄγοντα, φέροντα μυρία πράγματα, οἰκίας, γυναικός, παίδων, οἰκετῶν, πολλάκις δὲ καὶ πόλεων ὁλοκλήρων προϊστάμενον, ἀπειλοῦντα, φοβοῦντα, λύοντα κολάσεις, ἐπάγοντα κολάσεις, μυρία κατὰ πόλεις καὶ χώρας ἐργασάμενον ἀθρόον λίθων ἀφωνότερον κείμενον καὶ μυρίων ἀλυόντων καὶ τῶν φιλτάτων κατακοπτομένων καὶ τῆς γυναικὸς καταθρυπτομένης, πλοκάμους λυούσης, χοροὺς περιϊστάσης θεραπαινίδων μετὰ πολλῆς τῆς ὀλολυγῆς οὐδενὸς αἰσθανόμενον καὶ πάντα ἐξαίφνης ἐκποδὼν καὶ λογισμὸν καὶ διάνοιαν καὶ ψυχὴν καὶ ὄψεως ἄνθος καὶ μελῶν κίνησιν καὶ τὰ ἀπρεπῆ διαδεχόμενα, ἀφωνίαν καὶ ἀναισθησίαν, φθοράν, ἰχῶρα, σκώληκας, τέφραν, κόνιν, δυσῳδίαν, ἀφανισμὸν παντελῆ καὶ ὀστέα εἰδεχθῆ καὶ ἄσημον τὸ πᾶν ἐπειγόμενον καταλῦσαι σῶμα.

Ἀλλ' ὅμως τὸ φοβερὸν τοῦτο καὶ διὰ τῶν πραγμάτων δεικνύμενον καὶ διὰ τῆς τῶν ἁγίων ἐκείνων δειλίας ἀθυμίας πολὺ κουφότερον. Ταύτῃ γὰρ τοὺς μακροὺς τούτους διαύλους ἀνάλωσα, ὥστε δεῖξαι, οἵαν τίνεις δίκην καὶ ἀντίρροπον αὐτῆς, μᾶλλον δὲ καὶ πολλῷ μείζονα τῶν ἀγαθῶν ἀναμένεις τὴν ἀμοιβήν. Καὶ ἵνα μάθῃς ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπὶ τοὺς ἁλόντας λοιπὸν καταφεύξομαι, εἰς ὃ καὶ ἔμπροσθεν ἠπειγόμην ἐλθεῖν. Ὁ γὰρ τῶν Ἑβραίων δῆμος Μωϋσέως ἐλθόντος καὶ ἐλευθερίαν εὐαγγελιζομένου καὶ τῶν αἰγυπτιακῶν κακῶν ἀπαλλαγὴν οὐδὲ ἀκοῦσαι ἠνέσχετο. Καὶ τὴν αἰτίαν δὲ τιθεὶς ὁ νομοθέτης ἔλεγεν· ἐλάλησε δὲ Μωϋσῆς τῷ λαῷ καὶ οὐκ ἤκουσεν ὁ λαὸς Μωϋσέως ἀπὸ τῆς ὀλιγοψυχίας. Καὶ ὅταν μεγάλας ἀπειλῇ τοῖς Ἰουδαίοις ὁ Κύριος ἀπειλὰς ὑπὲρ ἀνομίας πολλῆς μετὰ τὴν αἰχμαλωσίαν καὶ τὸ ἐν ἀλλοτρίᾳ διατρίβειν γῇ καὶ δουλείαν καὶ τοὺς λιμοὺς καὶ τὴν ἀνθρωποφαγίαν, καὶ ταύτην ἐπάγει τὴν δίκην λέγων· δώσω αὐτοῖς καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν. Ἀλλὰ τί χρὴ λέγειν Ἰουδαίους, δῆμον ἄτακτον καὶ ἀγνώ μονα καὶ τῇ σαρκὶ δεδουλωμένον καὶ φιλοσοφεῖν οὐκ εἰδότα; Παρὸν ἀπὸ τῶν