1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

9

δύναμιν καὶ τῶν ἐμπιπτόντων τὴν ὑπομονὴν ἐγγυμνάζων. Μὴ τοίνυν ἀναπέσῃς· ἓν γὰρ μόνον ἐστὶ φοβερόν, εἷς πειρασμός· ἁμαρτία μόνον. Καὶ τοῦτο συνεχῶς ἐπᾴδων ὑμῖν τὸ ῥῆμα οὐκ ἐπαυσάμην. Τὰ δὲ ἄλλα πάντα μῦθος, κἂν ἐπιβουλὰς εἴπῃς, κἂν ἀπεχθείας, κἂν δόλους, κἂν συκοφαντίας, κἂν λοιδορίας, κἂν κατηγορίας, κἂν δημεύσεις, κἂν ἐξορίας, κἂν ξίφη ἠκονημένα, κἂν πέλαγος, κἂν τὸν τῆς οἰκουμένης ἁπάσης πόλεμον. Οἷα γὰρ ἂν ᾖ ταῦτα πάντα, πρόσκαιρά τέ ἐστι καὶ ἐπίκηρα καὶ ἐν θνητῷ γινόμενα σώματι καὶ τὴν νήφουσαν οὐδὲν παραβλάπτοντα ψυχήν. ∆ιὰ τοῦτο καὶ τῶν χρηστῶν καὶ τῶν λυπηρῶν τῶν κατὰ τὸν παρόντα βίον τὸ εὐτελὲς ὁ μακάριος Παῦλος δεῖξαι βουλόμενος μιᾷ λέξει τὸ πᾶν ἐνέφηνεν εἰπών· τὰ γὰρ βλεπόμενα πρόσκαιρα. Τί τοίνυν τὰ πρόσκαιρα δέδοικας, τὰ ποταμίων ῥευμάτων δίκην παραρρέοντα; Τοιαῦτα γὰρ τὰ παρόντα, κἂν χρηστά, κἂν λυπηρά. Προφήτης δὲ ἕτερος ἅπασαν τὴν ἀνθρωπίνην εὐημερίαν οὐ χόρτῳ ἀλλ' ἑτέρᾳ ὕλῃ εὐτελεστέρᾳ παρέβαλεν ἄνθος αὐτὴν ὀνομάσας πᾶσαν ὁμοῦ. Οὐδὲ γὰρ μέρος αὐτῆς ἔθηκε, πλοῦτον μόνον ἢ τρυφήν, ἀλλὰ πάντα τὰ ἀνθρώποις δοκοῦντα εἶναι λαμπρά, μιᾷ προσηγορίᾳ τῇ τῆς δόξης περιλαβών, οὕτως ἐπήγαγε τὴν εἰκόνα τοῦ χόρτου εἰπών· πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀλλ' ἡ δυσημερία δεινὸν καὶ βαρύ; Ἀλλ' ὅρα καὶ ταύτην πάλιν ἑτέρᾳ παραβαλλομένην εἰκόνι καὶ καταφρόνει καὶ ταύτης. Τὰς γὰρ λοιδορίας καὶ τὰς ὕβρεις καὶ τὰ ὀνείδη καὶ τὰ σκώμματα τὰ παρὰ τῶν ἐχθρῶν καὶ τὰς ἐπιβουλὰς ἱματίῳ παλαιωθέντι καὶ ἐρίῳ διαβρωθέντι παρεικάζων ἔλεγεν· ὀνειδισμὸν ἀνθρώπων μὴ φοβεῖσθε καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε, ὅτι ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ ἔριον ὑπὸ σητὸς οὕτω βρωθήσονται. Μηδέν σε τοίνυν ταραττέτω τῶν γινομένων. Ἀλλ' ἀφεὶς τὸν δεῖνα καὶ τὸν δεῖνα παρακαλεῖν καὶ τὰς σκιὰς περιτρέχειν-τοῦτο γὰρ ἀνθρωπίνη συμμαχία-τὸν Θεόν, ᾧ λατρεύεις, ἐνδελεχῶς παρακάλει· νεύσει μόνον καὶ πάντα ἐν μιᾷ καιροῦ λύεται ῥοπῇ. Εἰ δὲ πολλάκις παρεκάλεσας καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ', ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βαρβάρων χώραν ἀπερρίφησαν, τότε ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἄφνω τὴν θαυματοποιίαν ἐνεδείξατο καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ αὐτὸ τὴν ἀρετὴν τῶν δικαίων ἐξεπήδησεν ἔξω καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν ἁγίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε καὶ τὸν τύραννον ἐδυσώπησε. Καὶ κατὰ πάσης τῆς οἰκουμένης πέμπει γράμματα· μέγας ὁ Θεός, φησί, Σεδράχ, Μισὰχ καὶ Ἀβδεναγώ. Καὶ ἴδε πόσην ἀποτομίαν ἐνέθηκεν· εἴ τις λόγον εἴποι κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς.

Καὶ γὰρ ἐγώ, ὅτε ἐξηλαυνόμην τῆς πόλεως, οὐδὲν τούτων ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσει με· τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Εἰ βούλεται πρίσαι, πρίσει με· τὸν Ἠσαΐαν ἔχω ὑπογραμμόν. Εἴ με θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι, ἀκοντίσει με· τὸν Ἰωνᾶν ὑπομνιμνῄσκομαι. Εἰ θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, ἔχω τὸν ∆ανιήλ. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, ἔχω τὸν Ἰωάννην. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ἐμοὶ παραινεῖ ὁ ἀπόστολος λέγων· πρόσ ωπον ἀνθρώπου Θεὸς οὐ