1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

18

πεποίηκα, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός, ἡ ἐπισύστασίς μου ἡ καθ' ἡμέραν. Εἶδες παθημάτων ὁρμαθὸν καὶ καυχήσεως ἀφορμάς; Εἶτα ἐπάγει τούτοις καὶ κατορθώματα. Καὶ ἐν τούτῳ πάλιν τὸ πλέον τοῦ παθήματός ἐστιν, οὐχὶ τοῦ κατορθώματος. Εἰπὼν γὰρ ἡ ἐπισύστασίς μου ἐπήγαγεν· ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Οὐκ εἶπεν ἡ διόρθωσις, ἀλλ' ἡ μέριμνα, ὅπερ παθήματος πλέον ἦν ἢ κατορθώματος. Καὶ τὰ ἑξῆς· τίς ἀσθενεῖ, φησί, καὶ οὐκ ἀσθενῶ; Καὶ πάλιν· τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; Οὐκ εἶπεν, ἀπήλλαξα τοῦ σκανδάλου, ἀλλ' ἐκοινώνησα τῆς ἀθυμίας. Εἶτα δεικνὺς ὅτι ταῦτα μάλιστα τὰς ἀμοιβὰς ἔχει, εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου, ἔλεγε, καυχήσομαι. Καὶ ἕτερον πάλιν τοιοῦτον ἐπάγει, τὴν φυγὴν τὴν διὰ τῆς θυρίδος, τὴν διὰ τῆς σαργάνης, τὴν διὰ τοῦ τείχους. Τοῦτο δὲ τοῦ παθεῖν κακῶς ἦν. Εἰ τοίνυν τὰ παθήματα μεγάλας ἔχει τὰς ἀμοιβάς, τῶν δὲ παθημάτων πάντων χαλεπώτερον καὶ ὀδυνηρότερον ἡ ἀθυμία, ἐννόησον ὅσον αἱ ἀντιδόσεις· οὐ γὰρ παύσομαι συνεχῶς ταύτην σοι ἐπᾴδων τὴν ἐπῳδήν, ἵν', ὅπερ ὑπεσχόμην ἐν προοιμίοις, τοῦτο πληρώσω νῦν ἀπὸ τῆς ἀθυμίας αὐτῆς ὑφαίνων τοὺς λογισμοὺς τοὺς τὴν παραμυθίαν τῆς εὐθυμίας σοι τίκτοντας. Ἵνα δὲ καὶ ἑτέρωθεν μάθῃς, ὅσον ἐστὶ τὸ μετὰ παθημάτων τι ποιεῖν γενναῖον καὶ ὅσον ἀποδεῖ τούτου τὸ ἀπονητὶ τὸ αὐτὸ ποιεῖν, ὁ Ναβουχοδονόσορ ἐκεῖνος ὁ Βαβυλώνιος ἐν σκήπτροις καὶ διαδήματι ζῶν εὐαγγελικόν ποτε κατώρθωσε λόγον. Μετὰ γὰρ τὴν κάμινον τῶν παίδων καὶ τὴν παραδοξοποιίαν ἐκείνην τὸ κήρυγμα ἀνεδέξατο τῆς οἰκουμένης, οὐ διὰ γλώττης μόνον, ἀλλὰ καὶ διὰ γραμμάτων. Καὶ πανταχοῦ τῆς γῆς ἔγραψεν οὕτως· Ναβουχοδονόσορ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη· τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ ἐποίησε μετ' ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος, ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν ὡς μεγάλα καὶ ἰσχυρά. Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Καὶ δόγμα ἔθηκεν, ὅπως πᾶς ὁ λαός, φυλή, γλῶσσα, ἥ, ἂν εἴπῃ ῥῆμα κατὰ τοῦ θεοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσται καὶ ὁ οἶκος αὐτῶν εἰς διαρπαγήν. Καὶ προστίθησι· καθ' ὅτι οὐκ ἔστι θεὸς ἕτερος, ὃς δυνήσεται ῥύσασθαι οὕτως. Εἶδες ἀπειλὴν ἐν τοῖς γράμμασιν; Εἶδες φόβον; Εἶδες διδασκαλίαν; Εἶδες κήρυγμα ὑψηλὸν καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκτεταμένα γράμματα; Τί οὖν, εἰπέ μοι, τὸν αὐτὸν τοῖς ἀποστόλοις μισθὸν λήψεται, ἐπειδὴ οὕτως ἀνεκήρυξε τοῦ Θεοῦ τὴν δύναμιν, ἐπειδὴ τοσαύτην σπουδὴν ἐποιήσατο πανταχοῦ καταγγεῖλαι τὸν λόγον; Οὐδὲ τὸ πολλοστὸν μὲν οὖν μέρος, ἀλλὰ καὶ μεθ' ὑπερβολῆς ἁπάσης καταδεέστερον, καίτοι γε αὐτὸ τὸ ἔργον ἐκείνοις ἐποίησεν. Ἀλλ' ἐπειδὴ πόνος οὐκ ἔστι συνεζευγμένος οὐδὲ παθήματα, διὰ τοῦτο ὑποτέμνεται τὰ τῆς ἀντιδόσεως. Οὗτος μὲν γὰρ μετ' ἐξουσίας καὶ ἀδείας τοῦτο ἔπραττεν, ἐκεῖνοι δὲ κωλυόμενοι, κοπτόμενοι, μαστιζόμενοι, ταλαιπωρούμενοι, κατακρημνιζόμενοι, λιμῷ τηκόμενοι, καθ' ἑκάστην ἀποθνῄσκοντες τὴν ἡμέραν, τὴν ψυχὴν αὑτῶν βασανιζόμενοι, καθ' ἕκαστον τῶν ἀσθενούντων ἀσθενοῦντες, καθ' ἕκαστον τῶν σκανδαλιζομένων πυρούμενοι καὶ τῶν πόνων τούτων καὶ τῆς ἀθυμίας μάλιστα ἦσαν αἱ πλείους ἀμοιβαί.

Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, φησί, κατὰ τὸν ἴδιον κόπον· οὐ γὰρ παύσομαι αὐτὸ συνεχῶς ἐπιλέγων. ∆ιὰ δὴ τοῦτο ὁ φιλάνθρωπος Θεὸς πολλάκις τοῦ Παύλου παρακαλέσαντος τῶν παθημάτων αὐτὸν καὶ τῆς ἀθυμίας καὶ τῆς ὀδύνης καὶ τῶν κινδύνων ἀπαλλάξαι οὐκ ἐπένευσεν. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, φησί, καὶ οὐκ ἐπέτυχον τῆς αἰτήσεως. Τίνος γὰρ ἕνεκεν ἔμελλε λήψεσθαι μεγίστας