1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

3

εὐθέως πρὸς τὴν οἰκείαν φύσιν ἀφομοιοῖ τὸ ξύλον. Οὕτως ὡς ἐν αἰσθητοῖς ὑποδείγμασιν εἰκάζειν ἔστιν τὸ «οὐσιωδῶς».

ΕΡΩΤΗΣΙΣ 6 Ἐπειδὴ ἡ Γραφὴ τρανῶς οὐ λέγει ὅτι δέδωκεν δεκάτας ὁ Ἀβραὰμ τῷ

Μελχισεδέκ, ἄλλως τε δὲ καὶ εἰ πάντα ἀπέδωκεν, καθὼς αὐτὸς λέγει ὅτι «ἕως σφαιρωτῆρος ὑποδήματος» οὐκ ἔλαβεν, πόθεν δέδωκεν δεκάτας; Οὐδὲ γὰρ αὐτὸς ἴδιόν τι ἐπεφέρετο εἰς πόλεμον ἔκπληκτος ἀπερχόμενος.

ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ἡ θεία Γραφὴ «ἱερέα τοῦ Θεοῦ» τὸν Μελχισεδὲκ λέγει εἶναι,

προσηκόντως ἄρα ὁ Ἀβραὰμ ὡς λαϊκοῦ τάξιν ἐπέχων δεδωκέναι τῷ ἱερεῖ τὰς δεκάτας πιστευθήσεται. Ὅτι δὲ καὶ εἶχεν πόθεν παρασχεῖν, ἐκεῖθεν δῆλον· οἱ γὰρ ἐπιστρατεύσαντες βασιλεῖς ἐπὶ Σόδομα οὐ μόνον τὰ Σοδόμων εἶχον λαβόντες, ἀλλὰ καὶ ἄλλων χώρων εἶχον μεθ᾽ ἑαυτῶν λάφυρα ἅπερ ἦσαν προαιχμαλωτεύσαντες· ἅπερ πάντα κατακόψας αὐτοὺς ὁ Ἀβραὰμ καὶ λαβών, τὰ μὲν τῶν Σοδομιτῶν ἀπέδωκεν, τὰ δὲ 14Α_018 ἄλλα παρ᾽ ἑαυτῷ κατέσχεν· ἐξ ὧν καὶ τὰς δεκάτας τῷ Μελχισεδὲκ παρέσχετο.

ΕΡΩΤΗΣΙΣ 7 Τίνος χάριν οἱ μὲν κατὰ νόμον ἱερεῖς γυναῖκας ἔχειν οὐκ ἐκωλύοντο, οἱ δὲ

κατὰ Χριστὸν ἱερεῖς κωλύονται ὅσον ἀπὸ τῆς συνηθείας; ΑΠΟΚΡΙΣΙΣ Τὸ μὲν πρόχειρον, ὡς τοῦ Εὐαγγελίου ὑψηλοτέρου ὄντος καὶ ὡς πολλοῖς

γέγονεν ἡ παρθενία βατὴ ἐξότου διὰ παρθενίας τεχθῆναι ὁ πάντων ∆εσπότης ηὐδόκησεν, ὅπερ τοῖς ἀρχαίοις σπάνιον ἦν. Ἐπειδὴ δὲ ἡ τοῦ Εὐαγγελίου ἱερωσύνη κατὰ τὴν τάξιν Μελχισεδὲκ γενέσθαι πιστεύεται καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών, Μελχισεδὲκ δὲ γυναῖκα ἐσχηκέναι οὐκ ἀναγέγραπται, ἀναγκαίως ἄρα καὶ οἱ κατὰ τὴν αὐτοῦ τάξιν ἱερατεύοντες ἐπίσκοποι γυναῖκας οὐ προσίενται.

ΕΡΩΤΗΣΙΣ 8 Ἐπειδὴ γέγραπται ὅτι ὁ προφήτης Ἀμὼς «αἰπόλος ἦν κνίζων συκάμινα», τί

ἐστιν «αἰπόλος» καὶ τί «τὸ κνίζειν»; ΑΠΟΚΡΙΣΙΣ «Αἰπόλος» ἐστὶν ποιμὴν αἰγῶν, τὸ δὲ «κνίζειν» ἐστὶν τὸ τεμεῖν. Ἐπειδὴ οὖν ὁ

ὀπὸς τοῦ συκαμίνου ὠμός ἐστιν καὶ παχὺς καὶ βλαβερός, οἱ κνίζοντες τέμνουσιν μετὰ μαχαιρίων τὸ συκάμινον καὶ ποιοῦσιν ἀπορρεῦσαι τὸν ὀπόν. Ζῳύφια δὲ εἰσέρπουσιν ἔσωθεν καὶ τῆς ἀκτίνος τοῦ ἡλίου εἰσβαλλούσης, γλυκαίνουσιν καὶ ἁπαλύνουσιν αὐτό. Καὶ ταῦτα μὲν κατὰ τὸ γράμμα· κατὰ δὲ τὸν τῆς ἀναγωγῆς τρόπον, ποιμήν ἐστιν αἰγῶν ὁ ποιμαίνων 14Α_020 τῷ λόγῳ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς μέρος. Κνίζει δὲ συκάμινα ὁ τὸ σῶμα δι᾽ ἐγκρατείας ὑποπιάζων καὶ τὴν ὑγρότητα τῶν παθῶν ἀπορρέων· οὗτος γὰρ δίκην ζῳυφίων δέχεται θείους λογισμοὺς καὶ «ἡλίῳ τῆς δικαιοσύνης» γλυκαίνεται καὶ ἁπαλύνεται τὴν ψυχὴν καὶ προφήτης ἀπὸ Θεοῦ καὶ διδάσκαλος ἑτέροις καθίσταται.

ΕΡΩΤΗΣΙΣ 9 Τί σημαίνει ὁ χαλκοῦς ὄφις ὁ κατὰ πρόσταξιν Θεοῦ ὑπὸ Μωυσέως ἐφ᾽

ὑψηλοῦ κρεμασθεὶς ἐν τῇ ἐρήμῳ; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ ἐξαρχῆς ἀπατήσας τὸν ἄνθρωπον ὁ νοητὸς ὄφις διὰ τῆς παρακοῆς

ἐν τῇ σαρκὶ τὸν τῆς ἁμαρτίας νόμον ἡμῖν ἐγκατέμιξεν, ὄφεως δίκην ἕρπων ἐν ἡμῖν διὰ τῆς ἡδονῆς, διὰ τοῦτο ὁ τὴν ἔρημον παθῶν ἀρετὴν βαδίζων ἐὰν στραφῇ εἰς Αἴγυπτον, τουτέστιν εἰς τὸν τῆς ἁμαρτίας σκοτασμόν, ὑπὸ τῶν νοητῶν ὄφεων