1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

10

ΑΠΟΚΡΙΣΙΣ ∆ι᾽ ἀμφοτέρων ὁ τοῦ Θεοῦ Λόγος σημαίνεται· τοῖς μὲν γὰρ διὰ τῆς πράξεως

ὁδεύουσιν ἀναψύχων ἐκ τοῦ καύσωνος τῶν πειρασμῶν γίνεται στῦλος νεφέλης, τοῖς δὲ διὰ τῆς γνώσεως ὁδεύουσιν φωτίζων καὶ τὴν ἀχλὺν τῆς ἀγνωσίας ἀνακαθαίρων γίνεται στῦλος πυρός.

14Α_048 ΕΡΩΤΗΣΙΣ 27 Τί σημαίνει τὸ μάννα καὶ τί τὸ ἐπόζειν τοῖς μὴ αὐτάρκως ἐκλέγουσιν; ΑΠΟΚΡΙΣΙΣ

Τὸ μάννα σημαίνει τὸν τοῦ Θεοῦ Λόγον τὸν πᾶσιν διὰ πράξεως καὶ γνώσεως προσφυῶς ἁρμοζόμενον καὶ τὴν ψυχὴν τρέφοντα. Ὅτ᾽ ἂν οὖν τις δεόντως καὶ κατὰ λόγον τούτῳ κέχρηται, τουτέστιν τὴν μεσότητα τῶν ἀρετῶν μετέρχεται, φεύγων ἐφίσης τὰς τούτων ὑπερβολὰς καὶ ἐλλείψεις, οὗτος τὸ μάννα αὐτάρκως συλλέγει. Ὅτ᾽ ἂν δὲ μὴ δεόντως ἀλλὰ καθ᾽ ὑπερβολὴν τῷ λόγῳ χρήσεται, οἷον καλὸν γὰρ ἀπὸ μιᾶς ἀρετῆς σημᾶναι τὸ λεγόμενον ὅτ᾽ ἄν τις σωφροσύνην μετερχόμενος φύγῃ μὲν τὸ ἀκόλαστον, βδελυκτὸν δὲ τὸν γάμον κρινεῖ, ἤδη ἐπώζεσεν αὐτῷ ὁ λόγος τῆς σωφροσύνης τῇ τῆς ὑπερβολῆς ἀμετρίᾳ, καὶ οὐ μόνον ἐπώζεσεν, ἀλλὰ καὶ σκώληκας ἐξῆρψεν, τουτέστιν πάθη ἕτερα γεννήσας.

ΕΡΩΤΗΣΙΣ 28 Τίς ὁ λόγος τῆς πλησσομένης καὶ ἀποβαλλούσης γυναικὸς καὶ ὅτι «ἐὰν ἐξέλθῃ

τὸ παιδίον ἐξεικονισμένον, ψυχὴν ἀντὶ ψυχῆς» δοῦναι τὸν πλήξαντα ὁ νόμος διαγορεύει, εἰ δὲ ἀμόρφωτον ἐκπέσοι, ζημιοῖ μόνον;

ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν τὸ γράμμα οὕτως νοοῦμεν· ἐπειδὴ ὁ φόνος τοῦ σώματός ἐστιν ψυχὴ

γὰρ οὐδέποτε φονεύεται ἀθάνατος οὖσα διὰ τοῦτο τὸ μὴ ἐξεικονισμένον εἰς ἀνθρωπείαν μορφὴν οὐκ ἐπάγει τὸν κίνδυνον ἢ μόνον ὀλίγην ζημίαν· εἰ δὲ ἀπήρτισται ἡ ἀνθρωπεία εἰκών, φόνον εἰκότως τετελειωμένου ἀνθρώπου ὁ 14Α_050 τοιοῦτος εἰσπράττεται. Κατὰ δὲ τὴν πνευματικὴν θεωρίαν τοῦτο ὑπολαμβάνομεν, ὅτι ὁ ψυχὴν ἐγκυμονήσασαν τὸν θεῖον λόγον καὶ μορφώσασαν διὰ τῆς ἕξεως τὸ σπέρμα τῆς ἀρετῆς σκανδαλίσας καὶ ποιήσας ἀποβάλλειν τὸ τοιοῦτον τῆς διδασκαλίας μόρφωμα, ἔνοχός ἐστιν τοῦ θανάτου· ὁ δὲ σκανδαλίζων ψυχὴν τὸν σπόρον μὲν τοῦ λόγου δεξαμένην, μὴ μορφώσασαν δὲ τοῦτον δι᾽ ἕξεως καὶ ἐνεργείας, ἐπιτιμίου ἄξιος.

ΕΡΩΤΗΣΙΣ 29 Τί σημαίνουσιν αἱ «ἓξ πόλεις τῶν φυγαδευτηρίων» καὶ διατί αἱ μὲν τρεῖς

ἐδόθησαν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, αἱ δὲ ἄλλαι τρεῖς ἔξω; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ἡ φυλὴ τοῦ Γὰδ διὰ τὸ πολλὰ κεκτῆσθαι κτήνη ἔξω τῆς γῆς τῆς

ἐπαγγελίας ἔλαβεν τὰς πόλεις, ἐκ τούτων ἀφιέρωσεν ὁ νόμος τρεῖς εἰς τὸ καταφεύγειν τὸν ἀκουσίως φονεύοντα, τὰς δὲ ἄλλας τρεῖς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο οὖν σημαίνεται κατὰ τὸν τῆς ἀναγωγῆς τρόπον· ἐπειδὴ τρεῖς τρόποι εἰσὶν καθ᾽ οὓς ἀδιαθέτως ἁμαρτάνομεν, κατὰ τὴν πρᾶξιν τῆς τυραννίδος, ἐξ ἀπάτης καὶ ἐξ ἀγνοίας, δεῖ τὸν ἐν τούτοις ἐνεχόμενον, πρὶν τὸ παρεπόμενον πάθος καταδιῶξαν φονεύσῃ τὸν τοιοῦτον, ἐνδιαθέτως ποιοῦν ἁμαρτάνειν αὐτόν, φεύγειν, τὸν μὲν ἐκ τυραννίδος ἁμαρτάνοντα εἰς τὴν πόλιν τῆς ἐγκρατείας, τὸν δὲ ἐξ ἀπάτης εἰς τὴν πόλιν τῆς πείρας καὶ τῆς καλῆς πανουργίας, τὸν δὲ ἐξ ἀγνοίας εἰς τὴν πόλιν τῆς μαθήσεως. Ταῦτα δὲ ἀπενεμήθησαν τοῖς πρακτικοῖς διὰ τὸ εὔφορον καὶ πρὸς νομὴν 14Α_052 κτηνῶν ἐπιτήδειον· ἡ γὰρ πρακτικὴ καὶ ταῖς ἀρεταῖς ἐστιν εὔφορος καὶ τῶν κτηνωδεστέρων ποιμαντική.