1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

63

ΑΠΟΚΡΙΣΙΣ Ὁ πελεκὰν οὗτος ὄρνεόν ἐστιν· ὁ δὲ ὄφις πολὺ ἐχθραίνει τῶν νεοττῶν αὐτοῦ.

Αὐτὸς δὲ τί μηχανᾶται; Εἰς ὕψος πήγνυσι τὴν καλιὰν αὐτοῦ, πανταχόθεν περιφράσσων αὐτὴν (14Α_296> διὰ τὸν ὄφιν. Τί οὖν ποιεῖ ὁ κακομήχανος ὄφις; Περισκοπεῖ ὅθεν πνέει ὁ ἄνεμος κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ καὶ τελευτῶσιν. Ἔρχεται οὖν ὁ πελεκὰν καὶ θεωρεῖ ὅτι ἀπέθανον αὐτοῦ τὰ παιδία καὶ σκοπεῖ νεφέλην καὶ πέταται εἰς ὕψος καὶ μετὰ τῶν πτερύγων τύπτει αὐτοῦ τὰς πλευρὰς καὶ ἐξέρχεται αἷμα καὶ διὰ τῆς νεφέλης ἐπιστάζει τούτοις καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον· τὰ δὲ παιδία αὐτοῦ, ὁ Ἀδὰμ καὶ ἡ Εὔα, ἡ ἡμετέρα φύσις, ἡ δὲ καλιὰ αὐτοῦ ὁ παράδεισος, ὁ δὲ ὄφις ὁ ἀποστάτης διάβολος. Ἐνεφύσησεν οὖν ὁ ἀρχέκακος ὄφις διὰ τῆς παρακοῆς τοῖς πρωτοπλάστοις καὶ γεγόνασιν νεκροὶ τῇ ἁμαρτίᾳ. Ὁ γοῦν Κύριος ἡμῶν καὶ Θεὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦται ἐπὶ τοῦ τιμίου σταυροῦ καὶ νυγεὶς τὴν πλευρὰν διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος ζωὴν ἡμῖν ἐδωρήσατο τὴν αἰώνιον.

ΕΡΩΤΗΣΙΣ Α,29 Τί ἐστιν· «ἐκεῖ στρουθία ἐννοσσιεύσουσιν»; ΑΠΟΚΡΙΣΙΣ Στρουθία ἢ τὰς ψυχὰς ἢ τὰς διαφόρους ἀρετὰς λέγει. ΕΡΩΤΗΣΙΣ Α,30 Τί σημαίνει· «τοῦ ἐρῳδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν»; (14Α_298> ΑΠΟΚΡΙΣΙΣ Ἐρῳδιόν φασιν ὄρνεον εἶναι, τοσαύτῃ δὲ σωφροσύνῃ συζῆν, ὥστε ἡνίκα πρὸς

συνουσίαν συνέρχεσθαι μέλλει, τεσσαράκοντα ἡμέρας πενθεῖν καὶ πάλιν μετὰ ταῦτα ἄλλας τεσσαράκοντα. Τὴν δὲ καλιὰν πήγνυσιν ἐν τοῖς δένδροις ἔνθα μὴ ἐπισκιάζεται ὑπό τινος ἀλλὰ καθαρὸν τὸν ἀέρα ἔχει. Σημαίνει δὲ διὰ τούτων τὴν σωφροσύνην· αὕτη γὰρ ἡγεῖται πασῶν τῶν ἀρετῶν· ἀποδιάκειται δὲ καὶ τῶν αἰσθητῶν, ἀπὸ μηδενὸς σκιαζομένη τῶν προσκαίρων· ὁ τεσσαρακοστὸς γὰρ ἀριθμὸς τὴν ἑκάστου τῶν τεσσάρων στοιχείων ἐμπεριέχει τελείωσιν.

ΕΡΩΤΗΣΙΣ Α,31 Τί ἐστιν τὸ «ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης

γενεᾶς τοῖς μισοῦσίν με»; ΑΠΟΚΡΙΣΙΣ Πρώτην γενεὰν ὑπειλήφαμεν εἶναι τὴν σπορὰν τοῦ κακοῦ, τουτέστιν τὴν

προσβολήν, δευτέραν δὲ τὴν ἐπιθυμίαν, τρίτην δὲ τὴν ἕξιν τοῦ κακοῦ, τουτέστιν τὴν συγκατάθεσιν, τετάρτην δὲ τὴν ἐνέργειαν, τουτέστιν τὴν πρᾶξιν. Ἀποδίδοται οὖν ἕως τρίτης καὶ τετάρτης γενεᾶς, τουτέστιν ὑπὲρ τῆς συγκαταθέσεως καὶ τῆς πράξεως· ἡ γὰρ προσβολὴ καὶ ἡ ἐπιθυμία ἀνεύθυνός ἐστιν, ὡς μὴ εἰς πέρας τοῦ κακοῦ προελθόντος.

ΕΡΩΤΗΣΙΣ Α,33 Τί σημαίνει τὸ «ἐπὶ ταῖς τρισὶν ἢ τέσσαρσιν ἀσεβείαις Τύρου οὐκ

ἀποστραφήσομαι»; (14Α_300> ΑΠΟΚΡΙΣΙΣ Ἀσεβείας οἶμαι τέσσαρας τὸν προφητικὸν αἰνίττεσθαι λόγον, ταύτας, τὴν

προσβολήν, τὴν ἐπιθυμίαν, τὴν ἕξιν τοῦ κακοῦ καὶ τὴν ἐνέργειαν. Ἐπὶ μὲν οὖν τῆς πρώτης καὶ τῆς δευτέρας, τουτέστιν τῆς προσβολῆς καὶ τῆς ἐπιθυμίας, ἀνοχὴν ποιεῖται ὁ Θεός, ὡς μὴ τοῦ κακοῦ προβάντος εἰς τελείωσιν. Ἐπὶ δὲ τῆς τρίτης καὶ τῆς τετάρτης ἀσεβείας, τουτέστιν ἕξεως καὶ ἐνεργείας ἤγουν συγκαταθέσεως καὶ εἴρξεως, τὴν ἀπειλὴν ὁ λόγος εἰκότως ἐνδείκνυται.

ΕΡΩΤΗΣΙΣ Α,34