1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

21

ταύτην ἀφάτῳ φιλανθρωπίᾳ κινηθεὶς ἀνέστησεν ὁ Κύριος, αὐτὴν τὴν φύσιν ἑνώσας ἑαυτῷ καθ᾽ ὑπόστασιν.

ΕΡΩΤΗΣΙΣ 60 Τίνας σημαίνει ὁ Ἀπόστολος λέγων "τοὺς προηλπικότας ἐν τῷ Χριστῷ" πρὸς

Ἐφεσίους γράφων; ΑΠΟΚΡΙΣΙΣ Πᾶς τις τῶν ἁγίων τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Κυρίου, οἱανοῦν ἀρετὴν

ἐξασκῶν, κἂν εἰ μὴ τὸ ὅλον τῆς οἰκονομίας μυστήριον ἐγίνωσκεν, ἀλλ᾽ ἐκ μέρους φυσικῶς κινούμενος ἤλπιζεν καὶ προσεδόκα ὅτι ὁ τὴν φύσιν ποιήσας αὐτὸς καὶ παραφθαρεῖσαν ἀνασώσηται.

ΕΡΩΤΗΣΙΣ 61 Ἐκ τοῦ αὐτοῦ· «εἰς τὸ εἰδέναι ἡμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ

τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ».

ΑΠΟΚΡΙΣΙΣ «Ἡ τῆς κλήσεως ἐλπίς» ἐστιν ἡ κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου πολιτείαν διὰ

πράξεως ἀπάθεια· «πλοῦτος» δὲ «τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις» ἐστὶν ὁ κατὰ τὴν γνῶσιν τῆς ἀληθείας πλοῦτος· «ὑπερβάλλον» δὲ «μέγεθος τῆς δυνάμεως αὐτοῦ» ἐστιν ἡ τοῖς ἀξίοις δωρηθησομένη θέωσις, ὡς ὑπὲρ φύσιν οὖσα καὶ θεοὺς ἐξ ἀνθρώπων κατὰ χάριν τοὺς μετόχους ἀποτελοῦσα.

14Α_100 ΕΡΩΤΗΣΙΣ 62 Τοῦ αὐτοῦ Ἀποστόλου· «αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ ἔργοις

ἀγαθοῖς». ΑΠΟΚΡΙΣΙΣ Τοῦτο εἴρηται τῷ Ἀποστόλῳ, ὡς οἶμαι, ἐπειδὴ κατ᾽ ἀρχὰς ποιήσας ὁ Θεὸς τὸν

ἄνθρωπον, διὰ δὲ τῆς παραβάσεως παραπεσόντα ἀνέκτισεν πάλιν διὰ τῆς ἐνσάρκου αὐτοῦ ἐπιδημίας καὶ εἰς τὸ ἀρχαῖον ἀπεκατέστησεν.

ΕΡΩΤΗΣΙΣ 63 Τοῦ αὐτοῦ· «ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ

λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ» καὶ τὰ λοιπά. ΑΠΟΚΡΙΣΙΣ Εἴτε τοὺς δύο λαοὺς συνάψας ἐποίησεν ἕν, εἴτε τὰ ἐπίγεια καὶ τὰ οὐράνια

συνῆψεν γὰρ καὶ ταῦτα, διεστηκότα πρὸς ἄλληλα εἴτε καὶ εἰς τὸν καθένα λαμβάνεις· συνῆψεν ψυχὴν καὶ σῶμα ἀεὶ πρὸς ἑαυτὰ στασιάζοντα· ὑπέταξεν γὰρ «τὸ φρόνημα τῆς σαρκὸς τῷ νόμῳ τοῦ πνεύματος». «Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας»· μεσότοιχον ἢ τὴν σάρκα ἢ τὰ αἰσθητὰ ἢ τὴν νομικὴν λατρείαν ἐκάλεσεν, φραγμὸν δὲ τὴν ἁμαρτίαν· ταῦτα γὰρ τοίχου δίκην, μὴ ἐπιστημόνως μὴ δὲ μετὰ γνώσεως πνευματικῆς κεχρημένοις αὐτοῖς ἡμῖν, διετείχιζον ἡμᾶς ἐκ τοῦ Θεοῦ καὶ τῇ ἁμαρτίᾳ ὑπέβαλλον. Τὴν ἔχθραν ἐν τῇ σαρκί· τὴν ἁμαρτίαν ἔχθραν εἰπών· αὐτὴ γὰρ ἡμᾶς ἐχθροὺς τοῦ Θεοῦ κατέστησεν. Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας· νόμος ἐντολῆς ἐστιν τὸ οὐ φονεύσῃς καὶ τὰ λοιπά· ὁ δὲ φυσικῶς τῇ ἐντολῇ ἐπιβάλλων καὶ γινώσκων τὸν λόγον τῆς ἐντολῆς οἶδεν ὅτι οὐ μόνον σωματικοῦ φόνου ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ παντὸς 14Α_102 πάθους λυμαινομένου τὴν φύσιν· καὶ γὰρ καὶ φθόνος καὶ καταλαλιὰ καὶ πάντα τὰ πάθη φθαρτικὰ τῆς φύσεώς εἰσιν. Ὁ Κύριος οὖν ἐλθὼν ἐν δόγμασιν κατήργησεν τὸν νόμον, ἀντὶ τοῦ "ἔπαυσεν", λέγων «ἐρρήθη τοῖς ἀρχαίοις "οὐ φονεύσῃς", ἐγὼ δὲ λέγω ὑμῖν· "πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται"», ἀλλ᾽ οὐ μόνον διδάξας ἀλλὰ γὰρ καὶ ποιήσας. Καὶ τὰς θυσίας δὲ τὰς κατὰ τὸν νόμον δογματίσας κατήργησεν,