1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

55

Φασί τινες τῶν ἁγίων πατέρων τὰς διαφόρους κλήσεις τὰς διαφόρους ἡλικίας σημαίνειν, ἕτεροι δὲ τὰς διαφόρους προθέσεις. Τὸ δὲ δηνάριον ὑπόθου εἶναι τὴν σωφροσύνην, ἀλλὰ πολλαὶ ταύτης αἱ διαφοραί· ὁ μὲν γὰρ ἔχων τὴν ἑαυτοῦ γυναῖκα, ταύτης τυχὼν φυλάττει κατὰ τοῦτο τὴν σωφροσύνην· ἔστιν δὲ ἄλλος ὑψηλότερος τούτου, ὅτι οὐ συνεχῶς κέχρηται τῇ ἀδείᾳ τοῦ νόμου· ἄλλος δὲ διὰ μόνην τὴν ἐκ διαδοχῆς παιδοποιΐαν τοῦ γένους ταύτῃ κέχρηται· ἕτερος δὲ μετὰ τὸ τυχεῖν ἑνὸς ἢ δευτέρου παιδὸς τέλεον ἀφίσταται τῆς γαμικῆς ὁμιλίας· ἔστιν δὲ ὁ πάντων τούτων ὑψηλότερος ὁ μηδόλως ἑαυτὸν ἐπιδώσας τῷ γάμῳ ἀλλὰ διὰ τὴν εἰς τὸν Κύριον ἀγάπην τὴν παρθενίαν ἀσκῶν. Ἔδειξεν οὖν ὁ λόγος πέντε προθέσεις, μίαν τῆς μιᾶς ὑψηλοτέραν, ἐν αἷς δηλοῦνται αἱ πέντε κλήσεις καὶ τὸ ἓν τῆς σωφροσύνης δηνάριον· τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἔκλαβε.

14Α_252 ΕΡΩΤΗΣΙΣ 184 Τί δηλοῖ τὰ κατὰ τὸν προφήτην Ἰωνᾶν καὶ τίς ἡ Ἰόππη ἐξ ἧς φεύγει; ΑΠΟΚΡΙΣΙΣ Λαμβάνεται ὁ Ἰωνᾶς φεύγων ἀπὸ προσώπου Κυρίου εἰς τὴν ἡμετέραν φύσιν·

αὕτη γὰρ οὖσα εἰς Ἰόππην ἑρμηνεύεται δὲ 'κατασκοπὴ χαρᾶς,' δηλοῦται δὲ ὁ παράδεισος ἔφυγεν διὰ τῆς παρακοῆς καὶ δίδωσιν ἑαυτὴν ἐν τῇ θαλάσσῃ τοῦ βίου καὶ χειμάζεται καὶ καταπίνεται ὑπὸ τοῦ νοητοῦ κήτους καὶ ἐμεῖται διὰ τῆς τοῦ Κυρίου ἐν τῷ ᾅδῃ τριημέρου ταφῆς. Λαμβάνεται δὲ πάλιν καὶ εἰς τὸ προφητικὸν χάρισμα καὶ κηρύσσει ἐν τῇ Νινευή, τουτέστιν εἰς τὰ ἔθνη, καὶ ἀδημονεῖ ἐπὶ τῇ κολοκύνθῃ· ἔστιν δὲ ἡ κολόκυνθα ἡ σωματικὴ τοῦ νόμου λατρεία, ἣν ὁ σκώληξ ἐξήρανεν, ὁ Κύριος Ἰησοῦς ὁ Χριστός, ὁ εἰπὼν "ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος"· κατήργησεν γὰρ διὰ τῆς αὐτοῦ παρουσίας τὴν πρόσκαιρον τοῦ νόμου λατρείαν. Τὸ δὲ εἶναι ἐν τῇ πόλει δώδεκα χιλιάδας οἵτινες οὐκ ἔγνωσαν δεξιὰν ἢ ἀριστεράν, σημαίνει τοὺς μήτε ὑπερβολῇ μήτε ἐλλείψει ἀλλὰ μεσότητι καὶ ὁδῷ βασιλικῇ τὴν ἀρετὴν μετιόντας.

ΕΡΩΤΗΣΙΣ 185 Τί δήποτε κόραξ διατρέφει τὸν Ἡλίαν πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέα; ΑΠΟΚΡΙΣΙΣ Ὁ κόραξ λαμβάνεται ἐπὶ τῆς φύσεως τῆς διὰ τῆς παρακοῆς μελανθείσης,

Ἡλίας δὲ καθήμενος ἐν τῷ χειμάρρῳ λαμβάνεται ἐπὶ τοῦ νοὸς τοῦ γνωστικοῦ ἐν τῷ χειμάρρῳ τῶν πειρασμῶν καὶ τῶν πόνων τῆς ἀσκήσεως ἱδρυμένου. Οὗτος τρέφεται ἐκ τῆς μελανθείσης φύσεως πρωῒ μὲν ἄρτον, τουτέστιν 14Α_254 γνῶσιν ἐκ τῆς τῶν ὄντων φυσικῆς θεωρίας συλλέγων, δείλης δὲ κρέα· μυεῖται γὰρ τὸ ἐπ᾽ ἐσχάτων τοῦ Κυρίου γενησόμενον τῆς ἐνανθρωπήσεως μυστήριον, ὅτι πάντως ἐκ τοῦ μὴ ὄντος ὑποστήσας τὴν φύσιν, καὶ διαφθαρεῖσαν ἐπανορθώσηται.

Ἢ καὶ ἄλλως· Ἡλίας εἰς τύπον τοῦ Κυρίου λαμβάνεται· αὐτὸς γὰρ λιμοῦ νοητοῦ πάσας τὰς καρδίας κατέχοντος, ἦλθεν ἐν τῷ χειμάρρῳ, τουτέστιν ἐν τῷ βίῳ, τῶν πειρασμῶν καὶ τῶν παθῶν ἑκὼν ἀνασχόμενος, καὶ οἱ ἴδιοι εἰς τὰ ἴδια ἐλθόντα οὐ παρέλαβον οὐδὲ ἔθρεψαν, τὰ δὲ ἔθνη τὰ τῇ εἰδωλολατρείᾳ μεμελανωμένα ὑπεδέξαντο καὶ ἔθρεψαν διὰ γνώσεως καὶ πράξεως, διὰ τοῦ ἄρτου τῆς γνώσεως δηλουμένης, διὰ δὲ τοῦ κρέατος τῆς πράξεως.

ΕΡΩΤΗΣΙΣ 186 Τί ἐστιν τὸ ἐν τῷ ψαλμῷ "ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν"; ΑΠΟΚΡΙΣΙΣ «Γίγας» ἑρμηνεύεται 'ἐπιπίπτων,' λαμβάνεται δὲ εἰς τὸν Κύριον· αὐτὸς γὰρ

ἠγαλλιάσατο κατὰ τὴν ὁδὸν τῆς οἰκονομίας τὴν ἡμετέραν σωτηρίαν