1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

78

σωτηρία ματαιότης ἐστὶ καὶ παντελὴς ἀνυπαρξία· τοῦτο γὰρ δίκαιον νοεῖσθαι τὴν ματαιότητα.

«Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς».

Ἐν τῷ Θεῷ ποιοῦσι δύναμιν οἱ μὴ ἐπιγράφοντες ἑαυτοῖς (14Α_386> τῶν ἀρετῶν τὰ κατορθώματα μηδὲ τῇ ἑαυτῶν σοφίᾳ τὴν τῶν θείων μυστηρίων κατάληψιν, ἐν οἷς 'αὐτὸς' ὁ Θεὸς μονώτατος καὶ ὅλως χωρῶν, πᾶσαν ἀρετὴν ἐργάζεται καὶ χαρίζεται γνῶσιν, 'ἐξουδενῶν' πάντας τοὺς ἀντικειμένους τῇ τε ἀρετῇ καὶ τῇ γνώσει πονηροὺς δαίμονας καὶ διὰ κακίας καὶ ἀγνωσίας 'ἐκθλίβειν' ἐπιχειροῦντας τοὺς φοβουμένους αὐτόν. Αὐτὸς γὰρ πάντων ὑπάρχει Σωτήρ, ὅτι καὶ πάντων ∆ημιουργός. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.