1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

39

Ἐπειδὴ γὰρ ἀγχίστροφον ζῷον ὁ ἄνθρωπος, εὐχερῶς τοῖς καιροῖς καὶ τοῖς πράγμασιν συμμεταβαλλόμενον, ἀνάγκη πάντως καὶ τὴν θείαν πρόνοιαν, μίαν καὶ τὴν αὐτὴν οὖσαν, συμμεταβάλλεσθαι ταῖς ἡμῶν διαθέσεσιν, διὰ τῶν προσφυῶς ἁρμοζόντων ταῖς ἐν τῇ φύσει ἀναφυομέναις κακίαις τρόπον ἐφευρίσκουσαν. Καὶ ὥσπερ ἐπὶ τῆς ἰατρικῆς πολλαὶ αἱ ταύτης ὑποκείμεναι νόσοι, καὶ ἀνάγκη τὸν ἐπιστήμονα ἰατρόν, 14Α_180 τοῦ ὑποκειμένου σώματος εἰς πολλὰ καὶ διάφορα πάθη μεταπίπτοντος, καὶ αὐτὸν εἰς κρείττονας τρόπους ἀπὸ τῶν ἡττόνων μεταβαίνειν, οὕτως καὶ ἐπὶ Θεοῦ ἡ ἀπὸ τοιοῦδε τρόπου ἐπὶ ἕτερον τρόπον τῆς προνοίας μετάβασις μεταμέλεια τοῦ Θεοῦ τῇ Γραφῇ σύνηθες ὀνομάζεσθαι.

ΕΡΩΤΗΣΙΣ 121 Τί δηλοῖ τὸ τοῦ ρδ' (104) ψαλμοῦ ῥησίδιον τὸ «μετέστρεψεν τὴν καρδίαν

αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ»; ΑΠΟΚΡΙΣΙΣ Ὁ Θεὸς οὐ μόνον γινώσκει τὰ ὄντα πρὸ τῶν αἰώνων ὡς ἐν αὐτῷ ὄντα αὐτῇ

τῇ ἀληθείᾳ, κἂν εἰ αὐτὰ τὰ πάντα, τά τε ὄντα καὶ τὰ ἐσόμενα, οὐχ ἅμα τῷ γνωσθῆναι καὶ τὸ καθ᾽ αὑτὰ εἶναι ἔλαβον, ἀλλ᾽ ἕκαστα τῷ ἐπιτηδείῳ καιρῷ οὐ γὰρ οἷόν τε τῶν ἅμα εἶναι τὸ ἄπειρον καὶ τὰ πεπερασμένα , ἀλλὰ καὶ τὸ τέλος τῆς ἑκάστου κατὰ τὴν κίνησιν διαθέσεως· οὐ γὰρ ἔστιν χρόνος ἢ αἰὼν ὁ ταύτην μεταξὺ Θεοῦ διακόπτων· οὐδὲν γὰρ ἐν αὐτῷ πρόσφατον, ἀλλὰ τὰ μέλλοντα ὡς παρόντα εἰσίν· οἱ δὲ χρόνοι καὶ οἱ αἰῶνες οὐ τῷ Θεῷ ἀλλ᾽ ἡμῖν εἰσιν δεικτικοὶ τῶν ἐν τῷ Θεῷ ὄντων. Μὴ δὲ γὰρ ὅτε τι ὁρῶμεν τὸν Θεὸν ποιοῦντα, τότε καὶ τῆς περὶ αὐτὸ γνώσεως ἦρχθαι νομίσωμεν.

Εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἔστιν, ᾔδει πάντως ὡς παροῦσαν τὴν μέλλουσαν οὐ μόνον ἔσεσθαι τῶν Αἰγυπτίων πονηρίαν καὶ πρὸς πᾶσαν ἀγαθῶν ἐργασίαν ἀπειθῆ προαίρεσιν καὶ ἐπιτήδειον πρὸς ἐκδίκησιν τῶν ἐκ τῆς κατὰ τὴν Αἴγυπτον συνηθείας πεπραγμένων τοῖς Ἰσραηλίταις κακῶν διάθεσιν, 14Α_182 ἀλλὰ καὶ τὴν τῶν Ἰσραηλιτῶν εὐπειθῶς προσχωρεῖν μέλλουσαν τῷ λόγῳ τῆς εὐσεβείας διὰ τῆς πίστεως. Ἐπειδὴ οὖν τὰς τοιαύτας κεκρυμμένας διαθέσεις καὶ παρ᾽ αὐτοῦ τὸ πρὶν κατησχημένας συνεχώρησεν εἰς ἐνέργειαν ἐλθεῖν, κατὰ τοῦτο λέγεται μεταστρέψαι· ὥσπερ γὰρ ἐπιτόνιν ἠσφαλισμένον καὶ βίᾳ ὁρμὴν ὕδατος κατέχον, εἰ τύχοι τινὰ στρέψαι τοῦτο, εὐθὺς τὴν κεκρυμμένην ὁρμὴν τὸ ὕδωρ ἐκδίδωσιν, οὕτω καὶ αἱ πονηραὶ καὶ αἱ ἀγαθαὶ διαθέσεις συγχωρούσης τῆς προνοίας διὰ τῶν μέσων πραγμάτων εἰς τὸ ἐμφανὲς ἄγονται.

ΕΡΩΤΗΣΙΣ 122 Τίνων τύποι ἦσαν ἐν τῇ Ἐξόδῳ ὅ τε Μωυσῆς καὶ ὁ Φαραὼ καὶ τίς ἡ Αἴγυπτος

καὶ πῶς αἱ πληγαὶ τοῖς μὲν ἦσαν, τοῖς δὲ οὐκ ἦσαν; Καὶ τίς ὁ ὀλοθρευτὴς καὶ τίς ὁ τῶν πρωτοτόκων θάνατος καὶ διατί ἡ Γραφὴ πῇ μὲν λέγει ἀναγαγεῖν ἐξ Αἰγύπτου, πῇ δὲ ἐξαγαγεῖν;

ΑΠΟΚΡΙΣΙΣ Ὁ Μωυσῆς τύπος ἐστὶν τῶν εὐσεβῶν καὶ τοῦ κατ᾽ αὐτῶν τέλους, ὁ δὲ Φαραὼ

τῶν ἀσεβῶν καὶ τοῦ κατ᾽ αὐτῶν τέλους· καθ᾽ ὅσον γὰρ ἦν ὁ Μωυσῆς ὑπήκοος καὶ ἁπαλὸς πρὸς ἐκτύπωσιν τῶν θείων παραγγελμάτων, κατὰ τοσοῦτον ἦν ὁ Φαραὼ πρὸς τὰ ἐναντία διακείμενος. Αἴγυπτος δὲ κατὰ μίαν τῶν περὶ αὐτῆς ἐπιβολῶν 'σκοτασμὸς' ἑρμηνεύεται, λαμβάνεται δὲ εἰς τὸν αἰῶνα τοῦτον. Φασὶν δὲ τὴν Αἴγυπτον οἱ γηογραφεῖς πάσης τῆς γῆς χθαμαλωτέραν εἶναι· διὰ τοῦτο ἡ Γραφὴ οὐ μόνον ἐξήγαγεν ἀλλὰ καὶ ἀνήγαγεν λέγει, ἐξαγωγὴν δηλούσης τῶν ἀπὸ τῆς προσπαθείας τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα ἐρχομένων, ἀναγωγὴν δὲ τῶν ἀπὸ τῶν ὑλικῶν ἐπὶ τὰ νοητὰ ἀναφερομένων.