1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

51

εἰρήνην πρεσβεῦσαί φησιν, τουτέστιν τοῖς ἐπιταχθεῖσιν ἡμῖν μετὰ τὴν παράβασιν φυσικοῖς ὑποτασσομένους, τὴν κατὰ τὸ Εὐαγγέλιον ἀδυνάτως ἔχοντας μετελθεῖν πολιτείαν.

14Α_234 ΕΡΩΤΗΣΙΣ 166 Τί σημαίνει ὁ ἐν τῷ Εὐαγγελίῳ κωφὸς δαίμων; ΑΠΟΚΡΙΣΙΣ Ψυχὴ ἀνήκοος ταῖς ἐντολαῖς τοῦ Κυρίου ὀχλεῖται ὑπὸ τοῦ κωφοῦ δαίμονος·

ὅτ᾽ ἂν δὲ ὁ Λόγος τοῦ Θεοῦ γένηται ἐν αὐτῇ διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, τότε οὐ μόνον ἀκούει, ἀλλὰ καὶ λαλεῖ διὰ τῆς γνώσεως τοῦ Θεοῦ.

ΕΡΩΤΗΣΙΣ 167 Τί σημαίνει ὁ ἐν τῷ Εὐαγγελίῳ κατὰ τὴν παραβολὴν τοῦ Κυρίου πύργος ὃν ὁ

μὴ δυνηθεὶς ἀπαρτίσαι ἐμπαίζεται ὑπὸ τῶν παραπορευομένων; ΑΠΟΚΡΙΣΙΣ Ὁ πύργος σημαίνει τὴν τῶν ἀρετῶν τελείωσιν μετὰ γνώσεως

οἰκοδομηθεῖσαν. Ὅστις οὖν μετὰ τὴν κατὰ πρᾶξιν ἀπάθειαν ἔχει ἐπιτηδειότητα πρὸς ἐπίκτησιν φυσικῶν καὶ θεωρητικῶν καὶ θεολογικῶν λόγων, δι᾽ ὧν ἀπαρτίζεται ἡ τελεία γνῶσις, οὗτος ἀπαρτίζει τὴν οἰκοδομὴν τοῦ πύργου· ὁ δὲ ἕν τι τούτων ἐλλείπων, ὡς μὴ δυνηθεὶς εἰς πέρας ἀγαγεῖν τὴν οἰκοδομήν, ἐμπαίζεται παρὰ τῶν παραπορευομένων

ΕΡΩΤΗΣΙΣ 168 *** εὐαγγελιστῶν δειχθήσεται ΑΠΟΚΡΙΣΙΣ Τὰ καθόλου φασὶ σημαντικὰ εἶναι τῶν ἐπὶ μέρους καὶ τὰ ἐπὶ μέρους τῶν

καθόλου· ὁ οὖν εἰπὼν "ἦλθον τὸ ἀπολωλὸς ζητῆσαι", τὴν καθόλου φύσιν ἐσήμανεν Ἰσραὴλ οὖσαν κατὰ τὸν τῆς Γενέσεως λόγον καὶ 'τὸν Θεὸν' ἀεὶ 'ὁρῶσαν·' ὁ δὲ εἰπὼν 14Α_236 εἰς τὰ πρόβατα οἴκου Ἰσραὴλ καὶ μόνον ἀπεστάλθαι, καὶ αὐτὸς διὰ τοῦ ἐπὶ μέρους τὸ καθόλου ἐσήμανεν. Ἐπειδὴ γὰρ ἐν τῷ Ἀβραὰμ τὸ διαρρυὲν ἐν τῷ προπάτορι διὰ τῆς παρακοῆς τῆς φύσεως ἀγαθὸν δι᾽ ἐπιγνώσεως ἀνεσώθη, ἐπαγγελίαν ὁ Θεὸς αὐτῷ δίδωσιν πατέρα αὐτὸν ἔσεσθαι πολλῶν ἐθνῶν, τῶν δι᾽ ἐπιγνώσεως εἰς τὴν ὁμοίαν αὐτοῦ πίστιν καταντώντων καὶ υἱοθετουμένων αὐτῷ· δῆλον γὰρ ὅτι εἴπερ υἱοθετοῦνται, καὶ τοῦ οἴκου Ἰσραήλ εἰσιν καὶ συγκληρονόμοι καὶ σύσσωμοι.

Ἡ δὲ αἴτησις τῶν ψιχίων τῆς Χαναναίας τὴν ἁρμόδιον τῶν εἰσαγομένων εἰς τὸν κατ᾽ ἀρετὴν βίον ἐξ ἀπιστίας δηλοῖ διδασκαλίαν· ὁ γὰρ ἁπλοῦς καὶ τελειότατος τῆς γνώσεως λόγος εἰς πολλὰ μερίζεται κατὰ τὴν τῶν ὑποδεχομένων ἕξιν· ἄρα οὖν τοῖς εἰσαγομένοις ἁρμόδιός ἐστιν ἡ κατήχησις, ἥτις ψιχίων παρεικάζεται. Ὁ δὲ κύων, ἐπειδὴ ζῷόν ἐστιν ὑλακτικόν, ἐκδιώκων μὲν τοὺς ἀλλοτρίους, προσσαίνων δὲ τοῖς οἰκείοις, λαμβάνεται ἐπὶ τῆς πρακτικῆς ἕξεως, ἥτις ἐκδιώκει μὲν τὰς παρὰ φύσιν κακίας, προσσαίνει δὲ ταῖς φυσικαῖς ἀρεταῖς, τονωτικῶς ταύτας φυλάττουσα.

ΕΡΩΤΗΣΙΣ 169 Τί σημαίνει ἡ κατὰ τὸν Ἰωὰβ ἱστορία ἡνίκα τὸν Σάβεε τὸν υἱὸν τοῦ Βοχορὶ

ἐπεδίωκεν «ἐπαίροντα χεῖρα αὐτοῦ ἐπὶ ∆αβὶδ» καὶ τίς ἡ γυνὴ ἡ ῥίψασα ἀπὸ τοῦ τείχους τὴν κεφαλὴν αὐτοῦ;

ΑΠΟΚΡΙΣΙΣ Ὁ Ἰωὰβ δασυνόμενος ἑρμηνεύεται 'ἔξωθεν ἢ ἐπιδιώκων,' ψιλούμενος δὲ

'διδοὺς ἢ πάροχος·' ἐνταῦθα δὲ ἐπὶ τῆς ἀνδρείας τὸν Ἰωὰβ ἐκληπτέον, τὸν δὲ Σάβεε ἐπὶ τῆς ὑπερηφανίας ἥτις ὡς κεφαλὴ οἰκίσκων τρόπον καὶ τὰ λοιπὰ πάθη ἐμπεριέχει. 14Α_238 Ὅτ᾽ ἂν οὖν αἴσθηται ὁ ἐνάρετος νοῦς τῆς ἐπαναστάσεως τῆς