1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

44

γνῶσις καὶ πρᾶξις ἐνεργοῦνται. Αἱ δὲ ἕτεραι βόες καὶ στάχυες αἱ αἰσχραὶ καὶ ἀνεμόφθοροι δηλοῦσιν τὴν ἄγνοιαν καὶ τὴν κακίαν, αἵτινες ἴσχυσαν καταπιεῖν τήν τε πρακτικὴν τῶν βοῶν ἀκμαιότητα τήν τε γνῶσιν τὴν διὰ τῶν καλῶν σταχύων δηλουμένην. Ἀλλ᾽ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Ἰωσὴφ ὁ μόνος καὶ προγνώστης καὶ διορθωτὴς τῆς τοιαύτης λιμοῦ, λαμβάνων πίστιν ὥσπερ χρυσὸν καὶ λαμπρὸν βίον ὥσπερ ἀργύριον καὶ ἠθικὴν φιλοσοφίαν ὥσπερ πρόβατα καὶ τὸ εὔδρομον καὶ πρόθυμον τοῦ κατὰ Θεὸν βίου ὥσπερ ἵππους, παρέχει τὸν σῖτον, τουτέστιν τὴν ἀληθῆ γνῶσιν.

ΕΡΩΤΗΣΙΣ 140 Τί ἐστιν ὁ ἐν τῷ Εὐαγγελίῳ κριτὴς τῆς ἀδικίας καὶ τίς ἡ χήρα γυνή; ΑΠΟΚΡΙΣΙΣ Κριτὴν ἀδικίας λέγει τὸν φυσικὸν νόμον, ἐκ τῆς παραβάσεως πωρωθέντα καὶ

μήτε Θεὸν μήτε ἄνθρωπον ἐντρεπόμενον, χήραν δὲ τὴν χηρεύουσαν ἀγαθῶν ἔργων ψυχήν. Αὕτη γὰρ εἰ εἰς μετάμελον ἔλθοι, ἐκβιάζεται τὸν φυσικὸν νόμον διοχλοῦσα διὰ τῆς ἀσκήσεως καὶ ἐγκρατείας ἀποσχέσθαι τῶν 14Α_204 παρὰ φύσιν. Καὶ ἐάν, φησίν, ὁ νοῦς διὰ τῆς ἐσπουδασμένης καὶ φιλοπόνου προσεδρείας ἰσχύσῃ ἀνύσαι καὶ τὰ ὑπὲρ φύσιν, πόσῳ μᾶλλον, φησίν, ὁ Θεὸς εἰσακούσεται τῶν διὰ προσευχῆς ἐκτενοῦς καὶ ἀναιδοῦς προσεδρείας «βοώντων πρὸς αὐτόν»;

ΕΡΩΤΗΣΙΣ 141 Τίς ἡ κεφαλὶς ἡ ἐπιδοθεῖσα Ἰεζεκιὴλ τῷ προφήτῃ ἐν ᾗ ἐγέγραπτο «θρῆνος καὶ

μέλος καὶ οὐαί», καὶ πῶς ἐγλυκάνθη ἐν τῷ στόματι αὐτοῦ; ΑΠΟΚΡΙΣΙΣ Ἡ κεφαλίς ἐστιν ὁ θεῖος Λόγος· ἐγγέγραπται δὲ ἐν αὐτῷ θρῆνος, τουτέστιν αἱ

ἀπειλαὶ τῶν κολάσεων, μέλος αἱ τῶν ἀγαθῶν ἐπαγγελίαι, οὐαὶ δὲ καθότι οἱ μήτε τῷ φόβῳ τῶν κολάσεων μήτε τῇ προτροπῇ τῶν ἐπαγγελιῶν σωφρονιζόμενοι καὶ βελτίους γινόμενοι τὸ οὐαὶ τῆς αἰωνίου κολάσεως πάντως ἐκδέξονται. Τὸ δὲ γλυκανθῆναι ἐν τῷ στόματι τοῦ προφήτου τὴν κεφαλίδα τοῦτο δηλοῖ, ὅτι ὁ ἀεὶ μελετῶν τὰ προειρημένα καὶ προσέχων τοῖς ἀπειλουμένοις τε καὶ ἐπηγγελμένοις τῇ ἐλπίδι γλυκαίνεται.

ΕΡΩΤΗΣΙΣ 142 Τίνος χάριν μετὰ δέκα ἡμέρας τῆς ἀναλήψεως τοῦ Κυρίου τὸ Πνεῦμα

κατῆλθεν; ΑΠΟΚΡΙΣΙΣ Φασί τινες τῶν τὰ θεῖα πεπαιδευμένων, ὅτι ἐπειδὴ ἐννέα τάξεις κατὰ τὸν

∆ιονύσιον τὸν Ἀρεοπαγίτην αἱ ἀγγελικαὶ δυνάμεις εἰσίν, ἀνιὼν κατὰ τὸ ἀνθρώπινον ὁ Κύριος κατὰ γὰρ τὸ θεῖον πάντα πληροῖ ἑκάστῳ τάγματι μίαν ἡμέραν ἀπένειμεν 14Α_206 ἀπὸ τῆς ἐσχάτης ἕως τῆς τελευταίας· ἐδέοντο γὰρ καὶ αὗται τῆς τοῦ Κυρίου πρὸς αὐτὰς ἐπιδημίας· ἐν αὐτῷ γάρ, κατὰ τὸν Ἀπόστολον, ἀνεκεφαλαιώθη οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ. Καὶ μετὰ τοῦτο ἐνεφανίσθη τῷ Θεῷ καὶ Πατρὶ καὶ οὕτως τὸ Πνεῦμα κάτεισιν. Ἔστιν δὲ θεωρῆσαι τὸ προκείμενον καὶ κατ᾽ ἄλλον θεωρίας τρόπον· ἐπειδὴ γὰρ ὁ τοῦ Θεοῦ Λόγος ἐν ταῖς αὐτοῦ δέκα ἐντολαῖς ἐγκέκρυπται, σωματοῦται δὲ ἐν ἡμῖν συγκαταβαίνων ἡμῖν διὰ τῆς πράξεως, αὖθίς τε ἀνάγει ἡμᾶς διὰ τῆς γνώσεως ὑψῶν ἡμᾶς, μέχρις οὗ ἔλθωμεν εἰς τὴν πάντων ὑψηλοτέραν τῶν ἐντολῶν, τὴν λέγουσαν "Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν"· ὅτε γὰρ ἐκ πάντων ἀφεθείς, μᾶλλον δὲ πάντα ἀφεὶς ὁ ἡμέτερος νοῦς εἰς αὐτὸν τὸν Θεὸν καταλήξει, τότε τὰς πυρίνας γλώσσας δέχεται, Θεὸς κατὰ χάριν γινόμενος.

ΕΡΩΤΗΣΙΣ 143