1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

3

καλοκἀγαθία καὶ ἡ τοῦ δικαίου τιμή. 7 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Σὺ μὲν, ὦ ἄριστε, συγγινόμενος, ἀεὶ τὴν ἐκ ῥητορικῆς καὶ φιλοσοφίας πεποιημένην πανδαισίαν προσφέρεις, καὶ τῆς Ἀτθίδος μελίττης χαριέστερα ὑφαίνων τὰ τοῦ λόγου κηρία, καὶ γλυκύτερα νάματα ἐνιείς, ἑστιᾶν ἡμᾶς εἴωθας φιλοτίμως. Ἡμεῖς δὲ λόγων πενίᾳ συζῶντες, καὶ τὴν σὴν εὐωχίαν ἀμεί ψασθαι ποθοῦντες, τὸν ἄριστόν σοι καρπὸν τῆς πατρίδος πεπόμ φαμεν, ὃν κλήματα μὲν ἀμπέλων τίκτει, ταῖς ἀπὸ τῶν νεφῶν ἀρδείαις τρεφόμενα, χρόνος δὲ καὶ γῆρας ποιεῖ τιμιώτατόν τε καὶ ἥδιστον, προσηνῆ τε καὶ πρᾶον, καὶ ταῖς τῶν πινόντων κεφαλαῖς οὐ μαχόμενον· πρὸς δὲ τῇ εὐοσμίᾳ καὶ τῇ τῆς γεύ σεως ἡδονῇ, καὶ τὸν στόμαχον ὡς ἰατρὸς θεραπεῦσαι δυνάμε νον. Ἵνα δὲ μὴ φθόνος τῷ κάλλει τοῦ δώρου λυμήνηται, συμπεπόμφαμεν ἄρτους, τοῦ ἄστεως τὴν ἐρημίαν δηλοῦντας. Λύσεις δὲ σὺ τοῦτο τῆς πατρίδος τὸ ὄνειδος, ἄρτων αὐτῇ δημιουργὸν ἀποστείλας. 8 ΕΥΛΑΛΙΩ, ΓΕΡΜΑΝΩ, ΠΡΩΤΕΙ, ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΖΕΥΓΜΑΤΟΣ. Φήμη τις διαδραμοῦσά [τε καὶ διδ]άξασα πρᾶγμα τολμᾶσθαι παρ' ὑμῖν, καὶ ὑμῶν ἀνάξιον, καὶ τῆς εὐσεβείας ἀλλότριον, σφόδρα ἡμᾶς ἠνίασε. Πῶς γὰρ οὐκ ἐμέλλομεν ἀλγήσειν, τηλι κοῦτον μύσος μαθόντες ἐγχειρούμενον παρ' ἀνδρῶν ἐξ ἀρχιε ρέων φύντων, ἐν εὐσεβείᾳ δὲ τεθραμμένων, καὶ ταύτην ἔτι καὶ νῦν ἔχειν ὑπισχνουμένων; Καὶ γένοιτο μὲν εἶναι τὴν φήμην ψευδῆ· εἰ δ' ἄρ' ἀληθὴς φανείη, θρήνων ἄξια τῷ ὄντι καὶ ὀδυρμῶν τὰ τολμώμενα. Φησὶ γὰρ, τοὺς μὲν ἐξ ὑμῶν τὰς θυγατέρας τοῖς ἀδελφιδοῖς κατεγγυῆσαι, τοὺς δὲ θείους ὄντας τῶν ἀδελφιδῶν ἑλέσθαι τὸν γάμον. Τοῦτο δὲ οὐ μόνον τοῖς θείοις ἀλλὰ καὶ τοῖς ἀνθρωπίνοις ἀπηγόρευται νόμοις· βδελυ ρὸν γὰρ καὶ θεομισὲς καὶ ἀκοῆς ἀλλότριον εὐσεβοῦς. Ἀλλ' ἴσως βασιλικοῖς γράμμασιν οἱ γαμοῦντες τῆς παρανομίας ταύτης ἀπαλλαγὴν σφίσιν αὐτοῖς πραγματεύσονται· ἀλλ' εἰδέναι χρὴ σαφῶς, ὡς οἱ βασιλεύοντες, κἂν πορφυρίδι λαμπρύνωνται καὶ τῆς οἰκουμένης τὰ σκῆπτρα κατέχωσι, παύειν μὲν τὰς κατὰ τόνδε τὸν βίον δύνανται τιμωρίας, αὐτὰς δὲ λύειν τὰς ἁμαρ τίας, καὶ τῶν πλημμελημάτων ἐλευθεροῦν τοὺς ἐπταικότας οὐ δύνανται. Ὥστε κἂν μυριάκις γράμμασι βασιλικοῖς ὁ παρα νομήσας τῆς κατηγορίας ἀπαλλαγῇ, ἔχει τὴν τῆς ἁμα[ρτίας] κηλῖδα, καὶ τῷ δικαίῳ κριτῇ τὰς εὐθύνας ὑφέξει. Σκοπήσατε τοίνυν ἡλίκον ἐστὶ ταῖς τοῦ συνειδότος ἀκίσι διὰ βίου κεντεῖσ θαι· οὐδὲ γὰρ ἐν μιᾷ καιροῦ ῥοπῇ τὸ παρανόμημα τολμηθήσε ται, ἀλλὰ διὰ πάσης τῆς τῶν γαμούντων ζωῆς τὸ μύσος ὁδεύ σει. Ἐξετάσατε τοίνυν παρ' ὑμῖν αὐτοῖς καὶ τὴν τοῦ γένους ποιότητα, ὅτι ταὐτόν ἐστι θεῖος πατρὶ καὶ ἀδελφι[δῆ] θυγατρί. Περσῶν τὸ ταῦτα τολμᾶν, οὐ Ῥωμαίων τῶν τῆς εὐσεβείας τροφίμων. Ἡγοῦμαι δὲ τοὺς ταῦτα νομοθετήσαντας μηδὲ τρο φίμους γενέσθαι τῆς εὐσεβείας, ἀλλ' ἐν δεισιδαιμονίᾳ τέως διάγοντας ταῦτα διαγορεῦσαι. Ἐνθυμήθητε τοίνυν τῆς ἀτοπίας τὸ μέγεθος· τῶν γὰρ δυσσεβῶν ταῦτα νομοθετησάντων, καὶ τοῖς θείοις νόμοις συνῳδὰ τεθεικότων, χριστιανοὺς παραβῆναι οὐδεμίαν ἀσεβείας ὑπερβολὴν καταλείψει. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν ἀγχίνοιαν αἰδεσθῆναι τὸν νομοθέτην, καὶ τὸν δίκαιον φοβηθῆναι κριτήν, καὶ μὴ γενέσθαι κακὸν τοῖς ἄλλοις παράδειγμα, μηδὲ τὴν τῆς παρανομίας θύραν ἀνοῖξαι τοῖς φιληδόνοις, μηδὲ προτιμῆσαι τὸ ἡδὺ τοῦ συμφέροντος. Εὑρή σετε γὰρ καὶ ὑμεῖς γαμβροὺς τῆς συγγενείας ἀξίους, καὶ ὑμεῖς κόρας κοσμῆσαι δυναμένας, ἀλλ' οὐ κηλίδων ἐμπλῆσαι τὰς ὑ[μετέρα]ς παστάδας. Οὐκ ἐπέλιπον οὔτε ἄνδρες οὔτε γυναῖκες, ἵνα τὴν σπάνιν ἀντ' ἀπολογίας