1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

2

μέλει σου τῇ μεγαλοπρεπείᾳ τοῦ βίου τοῦ [μέ]λλοντος καὶ τῶν τριποθήτων ἐκείνων ὑποσχέσεων, ἃς ὁ ∆εσπότης ἡμῶν πρὸς ἡμᾶς ἐποιήσατο, δώσειν ὑποσχόμενος τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη , διδάσκων ὡς ὑπὲρ τὰ ὁρώμενα ἐστὶ τὰ προσδοκώμενα· οὗ δὴ ἕνεκεν οἱ κατὰ τὴν ὁσιότητα ταῖς ἐλπίσιν ἐκείναις τρεφόμενοι ὑπερο ρῶσι μὲν τῶν παρόντων, τὰ δὲ πλεῖστα τῶν ὄντων εἰς ἐκείνην παραπέμπουσι τὴν ζωήν, ἵν' ἔχωσιν ἀποδημοῦντες ἐφόδιον. Καὶ ἐπειδὴ τὸ φρικῶδες ἐκεῖνο δειμαίνουσι δικαστήριον, οἷόν τινας συνηγόρους μισθοῦνται τοὺς πένητας, ἵνα δι' ἐκείνων τὸν δικαιοκρίτην εἰς ἔλεον ἐφελκύσωνται καὶ τῇ περὶ τὸν πέλας συμπαθείᾳ φιλανθρωπίαν ὠνήσωνται. Ἐκεῖνα γὰρ μόνα συνεκ δημεῖ τοῖς ἐντεῦθεν ἀπαίρουσιν, ἅπερ ἂν ἔτι περιόντες διὰ τῶν δεομένων προπέμψωσι· τῶν δὲ λοιπῶν ἕτεροι γίνονται κύριοι, οὐδαμῶς [ὀ]νῆ[σα]ι τοὺς ἀπελθόντας δυνάμενοι· ὅπερ ἡ σὴ σαφῶς μαθοῦσα μεγαλοπρέπεια εἰς δέον οἰκονομήσει τὸν θεόσδοτον πλοῦτον· Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος πλοῦτος , κατὰ τὴν θείαν Γραφήν. 4 ΑΓΑΘΩΝΙ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Οἱ κερδαίνειν εἰδότες πανταχόθεν τὸ κέρδος συνάγουσι καὶ μιμοῦνται τὴν μέλισσαν, ἥ[τις] καὶ ἐκ πικρῶν βοτανῶν γλυκυ τάτην ἀρυομένη νοτίδα τὸ ἥδιστον μέλι τοῖς ἀνθρώποις προσφέ ρει. Ταύτην ἡ σὴ μιμουμένη εὐλάβεια καὶ ἐξ ἡμῶν κεκερδη κέναι φησίν. Ἡμεῖς δὲ τῆς μὲν γραφῆς τὸ κέρδος οὐκ ἐπισ τάμεθα, τὴν δὲ σὴν ἐπαινοῦμεν θεοσέβειαν, πανταχόθεν ἐμπορίας ἀφορμὰς θηρωμένην, καὶ εὐχόμεθα μέχρι τέλους ὑμᾶς διαδραμεῖν καὶ τὸ βραβεῖον τῆς νίκης λαβεῖν. 5 ΦΛΩΡΕΝΤΙΩ ΥΠΑΡΧΩ. Ἄλλως μὲν οὐκ ἂν ἐθάῤῥησα προσειπεῖν διὰ γραμμάτων τὸ ὑμέτερον μέγεθος, καὶ τὴν οἰκείαν εὐτέλειαν μετρεῖν ἐπιστά μενος καὶ τῆς ὑμετέρας ἐξουσίας τὸν ὄγκον εἰδώς. Ἐπειδὴ δὲ πίστει κοσμούμενοι καὶ τὰ θεῖα πεπαιδευμένοι, καταβῆναι τοσοῦτον ἠνέσχεσθε καὶ ἄσημον ἄνδρα καὶ οὐδαμόθεν γνώριμον ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀνεθάῤῥησα κἀγώ, κατὰ τὴν προφητείαν, ἀρνειὸς σὺν τῷ λέοντι συναυλίζεσθαι . Τούτων δὲ τῶν παραδόξων θαυματουργὸς ὁ τῶν ὅλων δεσπότης Χριστός, ὁ δι' ἁλιέων καὶ τελωνῶν καὶ σκυτοτόμων τὸν πλανώ μενον εἰς τὴν εὐθεῖαν ποδηγήσας ὁδόν. ∆ιδάσκω τοίνυν τὸ ὑμέτερον μέγεθος, ὡς ἑτέραν μὲν ἡμεῖς ποιμαίνειν ἐνεχει [ρ]ί[σ]θημεν ἐπαρχίαν, ἀδελφικὴν δὲ ὅμως εἰσφέρειν δυνάμεθα συμβουλήν· ὃ δὴ καὶ ποιήσομεν, ἐπειδήπερ ὑμεῖς ἐκελεύσατε, καὶ τοὺς τῆς ψήφου κυρίους πειρασόμεθα πεῖσαι εἶξαι τοῖς γράμμασι. Μεμάθηκα γὰρ κἀγὼ, ὡς ὁ θεοσεβέστατος πρεσβύ τερος Εὐστάθιος εὐλαβείᾳ κοσμεῖται καὶ τῆς τοῦ δεσπότου Θεοῦ θεραπείας πολλὴν ποιεῖται φροντίδα. 6 ΤΙΤΩ ΚΟΜΗΤΙ ∆ΟΜΕΣΤΙΚΩ. Τῶν προσόντων ὑμῖν ἀγαθῶν τὸ πλῆθος, καὶ θερμοὺς ἡμᾶς ὑμῶν καθίστησιν ἐραστὰς, καὶ ἄληστον τῆς ὑμετέρας μεγαλο πρεπείας τὴν μνήμην ἐργάζεται. ∆ιὸ δὴ παρόντες μέν, τῇ συνεχεῖ θεραπεύομεν θέᾳ τὸν πόθον, ἀπόντες δέ, γράμμασιν ἑαυτοὺς ψυχαγωγεῖν σπουδάζομεν. Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται. Μέγα γὰρ ἀλη θῶς εἰς εὐφημίαν ἐν ζώνῃ καὶ χλα[μύ]δι καὶ ἐξουσίᾳ τοσαύτη εὐσέβεια καὶ πραότης καὶ