1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

16

γεννήσαντι, ὁ τῶν ἁπάντων ποιητὴς καὶ κοσ μήτωρ καὶ κυβερνήτης, τὸ οἰκεῖον σῶμα, ὃ ἐξ ἡμῶν ὑπὲρ ἡμῶν ἀνέλαβε, θανάτῳ παρέδωκεν, οὐχ ἵνα νεκρὸν αὐτὸ κατα λίπῃ, ἀλλ' ἐκεῖνο πρότερον ἀναστήσας, δι' ἐκείνου τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐν ἡμῖν ἐγκατασπείρῃ. Καὶ τοῦτο σαφῶς ἐκπαιδεύων αὐτὸς ὁ Κύριος ἔλεγεν· Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν · καὶ πάλιν· Ἔρχε ται ὥρα ὅταν ἀκούσωσιν οἱ ἐν τοῖς μνημείοις τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πρά ξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαν τες εἰς ἀνάστασιν κρίσεως . Ταύτην τοῖς ἱεροῖς Ἀποσ τόλοις βεβαιῶν τὴν ἐλπίδα, τοῦ Λαζάρου τὸν θάνατον ὕπνον προσηγόρευσε, λέγων· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμη ται . Εἶτα, ἀγνοησάντων τὸ εἰρημένον καὶ εἰρηκότων· Εἰ κε κοίμηται, σωθήσεται , ἐπήγαγε· Λάζαρος ἀπέθανεν . Οὐ νοεῖτε, φησίν, ὃ λέγω· ὡς λέγω νοεῖτε· ὕπνον γὰρ τὸν θάνα τον προσηγόρευσα. Καὶ ὁ μακάριος δὲ Παῦλος σαφέστερον ἡμῖν τῆς οἰκονομίας τὸν λόγον παραδιδούς, Κορινθίοις ἐπισ τέλλων ἔλεγεν· Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκ ρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστα σις νεκρῶν οὐκ ἔστιν; Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται · καὶ μετ' ὀλίγα· Νυνὶ δὲ Χρισ τὸς ἐγήγερται ἐκ νεκρῶν· ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Καὶ ὥσπερ ἐπὶ τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χρισ τῷ πάντες ζωοποιηθήσονται . Καὶ Θεσσαλονικεῦσι μὲν εἰσηγούμενος οὕτω φησίν. Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελ φοί, περὶ τῶν κεκοιμημένων . Καὶ οὐ λέγει τῶν τεθνεώτων, ἢ τετελευτηκότων· τῶν γὰρ πραγμάτων μεταβολὴν δεξαμένων, εἰκότως ἐναλλάττει καὶ τὰ ὀνόματα. Οὐ θέλω ὑμᾶς ἀγνο εῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα . Οὐ γὰρ ἐκβάλλει τὴν λύπην, οὐδὲ ἀπάθειαν νομοθετεῖ, οὐδὲ ἔξω τῶν ὅρων τῆς φύσεως γενέσθαι παρακελεύεται, ἀλλὰ τῇ πίστει τὴν λύπην μετρεῖ, μονονουχὶ λέγων· Οὐκ ἐπὶ τῶν αὐτῶν ἐλπίδων ὁδεύετε ὑμεῖς τε καὶ οἱ Ἕλληνες, καὶ οἱ Ἰουδαῖοι, καὶ τῶν αἱρετικῶν οἱ τὴν ἀνάστασιν φλυαρίαν νομίζοντες· οὐδὲ τὰς αὐτὰς ἀφορ μὰς εἰς ψυχαγωγίαν ἔχετε. Οἱ μὲν γὰρ λύσιν τοῦ ζῴου τὸν θάνατον νομίζουσι, καὶ φθορὰν παντελῆ τὴν τελευτὴν ὑπολαμ βάνουσιν· ὑμεῖς δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὰ μέλλοντα προορῶντες, τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος χωρισμὸν ἀπο δημίαν ἡγεῖσθε· μετάθεσιν καὶ μετάβασιν εἶναι πιστεύετε· ὕπνον τοῦ εἰωθότος μακρότερον. Ταῦτα ἡμᾶς ἅπαντες ἐκπαι δεύουσι καὶ Ἀπόστολοι καὶ προφῆται. Εἰς ταύτας ἐβαπτίσ θημεν τὰς ἐλπίδας· καὶ αὐτὸ γὰρ τὸ σωτήριον βάπτισμα θανά του τύπον ἔχει καὶ ἀναστάσεως. ∆ιὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν · καὶ πάλιν· Εἰ γὰρ σύμφυτοι γε γόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα . Τοιαύτας οὖν ἔχοντες ἐλπίδας, παρακαλῶ, μετρήσωμεν τῇ εὐσεβείᾳ τὴν ἀθυμίαν· ὑποδείξωμεν ἅπασι φιλοσοφίαν, ἣν ὑπὸ τῆς πίστεως ἐδιδάχθημεν· διδάξω μεν τοὺς ἀπιστίαν ἔτι νοσοῦντας ὅσων ἡμῖν ἀγαθῶν ἡ πίστις κἀν τῷ παρόντι βίῳ γεγένηται πρόξενος, φέρειν ἡμᾶς ἅπαντα γενναίως παρασκευάζουσα, καὶ τὸν θάνατον οὐ θάνατον ἀλλ' ἀπο δημίαν εἶναι διδάσκουσα. Οὐχ ὁ γάμος ὑμῖν δέδωκε τὸ θυγάτριον, οὐδὲ ὁ γάμος γονέας εἰργάσατο, ἀλλ' ὁ ἡμέτερος ποιητὴς καὶ τοῦ γάμου νομοθέτης πατέρας πεποίηκεν· οὐχ ὡς ὄφλημα ἐκτίνων δίδωσιν ἡμῖν τοὺς παῖδας, ἀλλὰ φιλοτιμίᾳ κεχρημένος ἀναβλύζει τὰ ἀγαθὰ τοῖς ἀνθρώποις. Μὴ τοίνυν δυσχεράνωμεν, ὅτι ἔλαβεν ὅπερ ἔδωκεν· ἔδωκε γὰρ ὡς ἠθέλησε, καὶ τὰ οἰκεῖα ἔλαβεν, οὐ τὰ ἡμέτερα· καὶ λαβὼν οὐκ ἀπόλλυσιν, ἀλλ' ἀθάνα τον ἡμῖν αὐτό, καὶ ἀπαθές, καὶ ἄτρεπτον ἀποδώσει ἐν τῇ τῆς ἀναστάσεως ἡμέρᾳ. Χάριν ὁμολογήσωμεν, ὅτι ἄμωμον ἔλαβεν, ἁμαρτημάτων ἐλεύθερον, κακίας ἀμύητον,