1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

9

24 ΒΑΣΙΛΕΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. 25 ΜΑΡΤΥΡΙΩ ΠΡΕΣΒΥΤΕΡΩ. 26 ΟΥΛΠΙΑΝΩ ΚΟΜΗΤΙ, 27 ΙΣΟΚΑΣΙΩ ΣΟΦΙΣΤΗ. Πρὸς τοὺς ἀττικοὺς ὑμῶν πάλιν τρέχουσι λειμῶνας αἱ ἡμέ τεραι μέλιτται, τῇ πείρᾳ μαθοῦσαι τῶν ἀνθέων ἐκείνων τὸ χρήσιμον. Ἐμφορησάτω τοίνυν αὐτὰς ἡ ὑμετέρα παίδευσις τοῦ μέλιτος καὶ διδαξάτω τὰ κηρία μετ' ἐπιστήμης ὑφαίνειν. ἡ ὑμετέρα γὰρ εὔκλεια τῶν φοιτητῶν ἡ εὐγλωττία. Ἐγὼ δὲ καὶ πλείονος αὐτοὺς ἀπολαῦσαι προμηθείας παρακαλῶ. Βούλομαι γὰρ καὶ τὴν ἡμετέραν πόλιν λαμπρύνεσθαι τοῖς ὑμετέροις καρποῖς. 28 ΤΩ ΑΥΤΩ. Εἰ πλείους εἶχον υἱεῖς, πλείους ἂν ὑμῖν ἐξέπεμψα φοιτη τάς. Οὓς τοίνυν ἔχω, καὶ πέμπω καὶ τῆς ὑμετέρας παιδεύσεως μεταλαχεῖν ἀξιῶ. Τούτων εἷς ἐστιν ὁ εὐγενέστατος υἱὸς ἡμῶν Θεόδοτος, καὶ τῇ πατρῴᾳ σεμνυνόμενος εὐγενείᾳ, καὶ τρόποις οἰκείοις κοσμούμενος. Καὶ διὰ ταῦτα τοίνυν καὶ δι' ἐμὲ παρα καλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος· εὐεργεσία γάρ ἐστι, κατά γε τὸν τῆς σῆς μεγαλοπρε πείας σκοπόν, εἰ καὶ τοῖς εἰδόσι τὰ τῶν πόλεων πράγματα βλάβη νομίζεται. Τοῦτο γὰρ ἡ σὴ ποιοῦσα μεγαλοπρέπεια τὴν πατρικὴν αὖθις δείξει φιλοστοργίαν. 29 ΚΥΡΩ ΠΡΕΣΒΥΤΕΡΩ. Αἰτηθεὶς πρὸς τὴν σὴν θεοσέβειαν γράμματα παρὰ τοῦ δεῖ νος καὶ τοῦτο ποίησας, εἰληφέναι μᾶλλον ἢ δεδωκέναι χάριν ᾠήθην· ἄμφω γάρ μοι προσφιλεῖς, καὶ ὁ αἰτήσας καὶ ἡ σὴ θεοσέβεια πρὸς ὃν ᾔτησεν. Ἐγὼ μὲν οὖν οὕτω διακείμενος γέγραφα· ἡ δὲ σὴ εὐλάβεια καὶ αὐτὸν μεθ' ἡδονῆς θεασάσθω καὶ ἡμᾶς τοῖς ἀμοιβαίοις εὐφρανάτω. Τούτῳ γὰρ τῷ τρόπῳ τὴν φιλίαν αὐξήσεις. 30 ΑΡΧΕΛΑΩ ΕΠΙΣΚΟΠΩ ΣΕΛΕΥΚΕΙΑΣ. Τέμνειν ἡ θάλαττα τὰς ἠπείρους ἀμφοτέρας νομίζεται, τὸν μέσον τούτων χῶρον κατέχειν διαταχθεῖσα. Ἂν δέ τις τὸ ἀληθὲς ἐρευνῆσαι θελήσῃ, συνάπτει μᾶλλον ἢ τέμνει τὰ πέρατα· ῥᾳδίαν γὰρ τοῖς ἐμπόροις καὶ ταχεῖαν τῶν ἀναγκαίων ποιεῖσ θαι τὴν κομιδὴν παρέχουσα, τὴν ἀντίπεραν ἤπειρον τρέχειν ἐνταῦθα παρασκευάζει, καὶ ταύτην πρὸς ἐκείνην ὁρμᾶν, καὶ τὴν ὀθόνην ἐκτείνειν, καὶ κινεῖν τὰ πηδάλια. Εἰ δὲ καὶ ἤπειρος ἦν ἡ θάλασσα, τίς ἂν ἴσχυσε τῶν ἐμπόρων, τοσαύτης ὁδοῦ προκειμένης, ἢ τὸ ἐνδέον ἑκάστῃ χώρᾳ φέρειν, ἢ τὸ περιττὸν ἐκφέρειν; Νῦν δὲ αὕτη τὰ νῶτα τοῖς πλεῖν βουλομένοις παρέ χουσα, καὶ τῶν πωλούντων καὶ τῶν ὠνουμένων τὰς χρείας ἀποπληροῖ. Ἐπαινῶ μὲν οὖν καὶ διὰ ταῦτα, ἐπαινῶ δὲ πλέον ὅτι μοι πρόξενος καὶ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων γεγένηται, καὶ διὰ τὴν χρείαν ἡμᾶς τῶν ἀναγκαίων παρ' αὐτὴν καλέσασα, παρεσκεύασε τῇ θειοτάτῃ καὶ πάντων ἐμοὶ φιλτάτῃ προσδιαλεχθῆναι κεφαλῇ. Ἐκείνης μὲν οὖν ἔπαινος ἀληθὴς τὸ τῆς σῆς θεοσεβείας γειτόνημα· λιμὴν γὰρ ὑπάρχεις λιμέ νος, τοὺς ἐν αὐτῷ τῷ λιμένι χειμαζομένους