1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

8

προχείρων εἰς ἔλεον, ἀλλὰ καὶ παρὰ τῶν τἀναντία προαιρουμένων. Οὕτως ἐλεεινὸν τῶν τούτου παθημάτων τὸ δρᾶμα. 20 ΠΡΟΚΛΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Καὶ δι' ἑτέρων μὲν γραμμάτων τῇ σῆς ἁγιότητος προσήγαγον δεξιᾷ τὸν μεγαλοπρεπέστατον ἡμῶν υἱὸν Φίλιππον καὶ τῆς σῆς αὐτὸν ἀπολαῦσαι προμηθείας ἱκέτευσα· προσθεῖναι δὲ τῇ προτέρᾳ δευτέραν ἐπιστολὴν ὁ θεοφιλέστατος καὶ ἁγιώτατος προσέταξεν ἄνθρωπος τοῦ Θεοῦ, ὁ κῦρις Ἰάκωβος, παρεγγυή σας καὶ τοῦτο προσθεῖναι τοῖς γράμμασι καὶ διδάξαι σου τὴν ἁγιωσύνην, ὡς καὶ αὐτὸς δι' ἡμῶν τὴν χάριν αἰτεῖ. Ὁ δὲ τῷ Θεῷ διὰ τὴν τῆς ἀρετῆς ὑπερβολὴν ἀξιέραστος καὶ τοῖς τοῦ θεοῦ δήπουθεν ἀξιάγαστος, διαφερόντως δὲ τῇ σῇ ὁσιότητι, ἣ καὶ γράμμασι πρώην αὐτὸν ἐψυχαγώγησε καὶ πολλαῖς ἐταινίωσεν εὐφημίαις. ∆ιὰ ταύτην τοίνυν τὴν ἱερὰν καὶ φιλτάτην τῷ Θεῷ κεφαλὴν ἀπολαυσάτω τῆς ὑμετέρας κηδεμονίας καὶ σωθήτω τῇ πόλει τῇ ἡμετέρᾳ τὸ σχῆμα. 21 ΑΡΕΟΒΙΝ∆Α ΠΑΤΡΙΚΙΩ. 22 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ [ΑΝ]ΚΥΡ[ΑΣ]. Εἰ τοὺς θείους ἐφύλαττε νόμους τῶν ἀνθρώπων ἡ φύσις, μονίμων ἂν καὶ διαρκῶν ἀπήλαυσεν ἀγαθῶν. Ἐπειδὴ δὲ τῆς εὐθείας ἐξετράπημεν τρίβου καὶ τῶν θείων κατεφρονή σαμεν ἐντολῶν, ἀναγκαίως ὀδυνηρῷ προσεκληρώθημεν βίῳ, ἵνα τῶν λυπηρῶν τὰς αἰτίας ἀνερευνῶντες, καὶ μητέρα τούτων τὴν ἁμαρτίαν εὑρίσκοντες, φεύγωμεν μὲν ταύτην ὡς πολεμίαν, τοὺς δὲ θείους ἀσπαζώμεθα νόμους. Τούτου δὴ χάριν οὐ μόνον τινὲς τῶν ἀνθρώπων τῆς εὐκληρίας ἐκπίπτουσιν, ἀλλὰ καὶ πόλεις καὶ ἔθνη τὴν εὐπραξίαν ἀποβάλλουσι καὶ εἰς ἐσχά την μεταπίπτουσι δυσκληρίαν. Τοῦτο δὴ πέπονθε καὶ ἡ πάλαι Λιβύη, νῦν δὲ Ἀφρικὴ καλουμένη· πάντων γὰρ οὖσα πλήρης τῶν ἀγαθῶν, ἔρημος τούτων ἐξαπίνης ἐγένετο. Ἄγουσι δὲ ταύτην καὶ φέρουσιν ἄνδρες ἥμερον μὲν οὐδὲν ἔχοντες, ὠμό τητι δὲ καὶ θηριωδίᾳ συζῶντες· οὗ δὴ χάριν οἱ πλεῖστοι τῶν θεοφιλεστάτων ἐπισκόπων τὴν ξένην ἀντὶ τῆς πατρίδος προεί λοντο, παραψυχὴν ἔχοντες τὴν εἰς Θεὸν ἐλπίδα καὶ πρόσοδον τῆς ἀναγκαίας τοῦ σώματος χρείας τῶν θεοφιλῶν ἀνδρῶν τὰς χεῖρας. Εἷς τούτων ἐστὶν ὁ θεοφιλέστατος ἐπίσκοπος, ὁ κύριος Φλωρέντιος, ὃς τὴν μεγίστην μὲν πόλιν καταλαβεῖν ἐπείγεται, διὰ δὲ τῆς σῆς ἁγιότητος τὴν πορείαν ποιεῖται· καὶ οἶδ' ὅτι λιμένι προσορμισθήσεται εὐόρμῳ τε καὶ εὐστόμῳ καὶ ἀπηνέμῳ καὶ πλήρει παντοδαπῶν ἀγαθῶν. Ἐγὼ δὲ αὐτοῦ πρὸς ὀλίγον τῆς συνουσίας ἀπολαύσας, ἀπωνάμην † καὶ τῆς σῆς [σεμ]νό τητος προσρήσεις †, ἣν περὶ πολλοῦ ποιοῦμαι, καὶ ἅμα πέμπειν ἐπείγομαι, καὶ θυμηδίαν ἐξ αὐτῆς ποριζόμενος, καὶ εἰς τὰς ὑπὲρ ἐμοῦ εὐχὰς τὸν ἀξιόχρεων πρεσβύτην διεγείρων. 23 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Πάλαι μὲν Ἀθηναῖοι τὰς σικελικὰς ἀπωδύροντο συμφοράς· τὰς δὲ Λιβύης καὶ Καρχηδόνος ὁ παρὼν ἐβλάστησε χρόνος. Ἀνιαρότεραι δὲ αὗται καὶ πολλῷ χαλεπώτεραι. Βαρβαρικὴ αὐτὰς ὠμότης καὶ θρασύτης ἐπήνεγκεν. Τούτων καὶ ὁ εὐγενέσ τατος γεγένηται Μαξιμιανός, καὶ τραγῳδῶν τὰ παθήματα κεντεῖ τοὺς ἀκούοντας καὶ τῶν δακρύων ὀχετεύει τὴν λιβάδα. Μεμαρτύρηκε δὲ τοῖς παρ' αὐτοῦ λεγομένοις ἀλήθειαν ὁ θεοφι λέστατος καὶ ὁσιώτατος ἐπίσκοπος, ὁ κῦρις Ἰουβενάλιος, γράμ μασι τὴν μαρτυρίαν ἐνθείς. Ἀπολαυσάτω τοίνυν τῆς Ἀλκινόου φιλοξενίας, ἐπεὶ καὶ οὗτος πολλὰς τρικυμίας διέφυγε. Χαλεπὰ γὰρ καὶ τὰ τῆς ἠπείρου ναυάγια.