1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

18

γράφω, ἐπειδή με ὁ τῆς ἑορτῆς καιρὸς ἐνταῦθα προσε δρεύειν παρεγγυᾷ. Ἦ γὰρ ἂν ἔδραμον καὶ δι' οἰκείας φωνῆς ταύτην ὑμῖν τὴν παραψυχὴν προσενήνοχα· ἐπειδὴ δὲ ἡ τῶν πολλῶν χρεία τοῦτο ποιῆσαι κεκώλυκε, τὸν θεοφιλέστατον πρεσβύτερον Ἀγαπητὸν ἀνθ' ἡμῶν πρὸς τὴν ὑμετέραν ἀρετὴν ἀπεστείλαμεν. 48 ΑΞΙΑ ∆ΙΑΚΟΝΩ ΠΑΡΑΜΥΘΗΤΙΚΗ. Καὶ τὸ θνητὸν τῆς φύσεως τῆς ἀνθρωπίνης ἐπίστασαι καὶ τῆς ἀναστάσεως τὰς ἐλπίδας δεδίδαξαι. Ἱκανὰ δὲ τὰ ἀμφότε ρα τὴν ἐπὶ τοῖς τελευτῶσιν ἀθυμίαν ἀμβλῦναι· ἐὰν δὲ καὶ εὐκλεῶς τις ὑπεξέλθῃ τὸν βίον, παντελῶς προσήκει κατασβε σθῆναι τὴν λύπην. ∆ιὰ πάντα τοίνυν παρακαλῶ σε γενναίως ὑπενεγκεῖν τῆς μακαρίας Σωσάννης τὴν τελευτήν. ∆ιαφε ρόντως δὲ ψυχαγωγησάτωσάν σου τὴν εὐλάβειαν αἱ παρὰ πάν των εὐφημίαι καὶ τῶν τὴν χώραν καὶ τῶν τὴν πόλιν τὴν ἡμε τέραν οἰκούντων. Ἅπαντες γὰρ αὐτῆς τὴν ἐπαινουμένην ᾄδουσι βιοτήν· καὶ ὁ μὲν αὐτῆς τὸ σῶφρον, ὁ δὲ τὸ φιλάνθρω πον, ὁ δὲ τὸ κηδεμονικὸν διηγεῖται. Τῶν δὲ παρὰ πάντων λεγομένων μάρτυς ἐγώ· μᾶλλον δὲ, πλείονα λέγω πάντων ἐγώ, ὅσῳ καὶ πλείονα τῶν ἄλλων, ἐπειδὴ φροντίζω μαθεῖν. Χάριν τοίνυν ὁμολόγησον, ὦ φιλόχριστε, τῷ δεσπότῃ Χριστῷ, ὅτι πολ λοῖς αὐτὴν ἀρετῆς εἴδεσι τελειώσας, εἰς τὸν ἄλυπον μετατέ θεικε βίον, εὐφραινομένην καὶ χαίρουσαν καὶ τοῖς κλαίουσι χαλεπαίνουσαν καὶ γυμνασίαν νόμισον εἶναι φιλοσοφίας τὸν τῆς θυγατρὸς χωρισμόν, καὶ πεῖσαι σαυτὴν ὡς εἰς μακροτέραν ἐξεδήμησε γῆν, ζῶσα τῷ Θεῷ καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις προσμένουσα. 49 ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ ΣΕΛΕΓΚΕΙΑΣ ΤΗΣ ΙΣΑΥΡΙΑΣ. Λόγων πηγὰς ἐπὶ τῆς γλώττης, ὁσιώτατε, φέρων, διψῆν ἔφησθα, καὶ τῶν ἡμετέρων ψεκάδων ἐφίεσθαι, ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Αἰγύπτιον ποταμὸν λιβάδος εἴποι προσ δεῖσθαι μικρᾶς. Ἐμοὶ δὲ καὶ ἡ βραχεῖα νοτὶς ὠφέλειαν φέρει πολλήν· ἡ δὲ σὴ θεοσέβεια κρουνοὺς τοῖς ἄλλοις προσφέρει. Ἐπαινῶ δὲ ὅμως τὴν καλὴν ἀπληστίαν· καρπὸν γὰρ ἔχει τὸν θεῖον μακαρισμόν· Μακάριοι γὰρ οἱ πεινῶντες καὶ διψ ῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται . Ὅσην μὲν τὴν θυμηδίαν ἐκ τῶν γραμμάτων ἐπορισάμην οὐ ῥᾴδιον διεξιέναι. Πρῶτον γὰρ τῆς σῆς μοι φιλοθείας ὑπεδείκνυ τοὺς χαρακτῆρας, καὶ τὸν τῆς φιλίας ὑφῆπτε πυρσόν· ἔπειτα τοῦ κεκομικότος ἡ συνουσία μείζονά μοι τὴν εὐφροσύνην εἰρ γάσατο. Ἱκανὸς γὰρ ὁ θεοσεβέστατος συμπρεσβύτερος ∆ομετιανὸς καὶ πᾶσαν ἀθυμίαν ἀποσκεδάσαι καὶ θυμηδίαν ἀντ' ἐκείνης ἐνθεῖναι· ἦθος μὲν γὰρ ἔχει γλυκύτερον μέλιτος, τῶν δὲ θείων λογίων ἐν ἑαυτῷ περιφέρει τὸν πλοῦτον, οὐ τῷ ἐλύτρῳ μόνῳ τῶν γραμμάτων καλλωπιζόμενος, ἀλλὰ καὶ τὸν ἐν τούτοις κεκρυμμένον μαργαρίτην ὑποδεικνύς. Κομιδῇ δὲ ἡμᾶς εὐφράνας, ἠνίασεν ὅσον ηὔφρανε, καταλιπὼν ὅτι τάχιστα. Καὶ προσφθέγγομαι τοίνυν δι' αὐτοῦ τὴν σὴν ἁγιότητα, καὶ τῆς τῶν εὐχῶν ἐπικουρίας ἀπολαῦσαι παρακαλῶ. 50 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ Εἰ μὲν ἠγνόεις, ὦ φίλη μοι κεφαλή, τὸν δεῖνα καὶ τὸν ἐκείνου τρόπον καὶ βίον, εἰκότως τὸν ἔλεον ἀνευφήμεις καὶ τῆς φιλανθρωπίας διεξῄεις ἐπαίνους· ἐπεὶ δὲ οἶσθα τίς ὁ ἀνήρ, καὶ ὅτι αὔξει μὲν ἐπὶ τὸ χεῖρον ἡ τῆς ἐκείνου γνώμης ῥοπή, παλινῳδίαν δὲ ᾄδειν οὐ βούλεται, παρὰ τοῦ σοῦ μάνθανε Πλάτωνος τίνος ἄξιος οὗτος. Εἰ δὲ λέγεις μὴ τοὺς ἐκείνου νόμους ἐπὶ τοῦ παρόντος κρατεῖν, ἄκουσον τοῦ δεσπότου τῶν ὅλων νομοθετοῦντος.