1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

19

51 ΑΠΕΛΛΗ. Οὔτε τὴν ἀνθρωπείαν ἠγνόησα φύσιν, οὔτε δυσχεραίνω τὸν ἔλεον, οὗ μάλιστα δεόμαι. Οἶδα καὶ φίλοις αἰτοῦσι παρέχειν, ἐπειδὴ κἀγὼ τούτου δεόμενος ἐθέλω λαβεῖν. Αἰτεῖσθαι δὲ καὶ αἰτεῖν τὰ μὴ πολλὴν ἐργαζόμενα βούλομαι λώβην. Εἰ δέ τι τοιοῦτον ἀγνοῶν τις αἰτήσοι, γυμνοῦν τὴν αἴτησιν ἀναγκάζομαι, καὶ πείθειν ὡς ἐγὼ ἤκουσα δυσπαθής. Λωβᾶται δὲ καὶ τῷ αἰτοῦντι καὶ τῷ διδόντι ἡ χάρις. Τοῦτο καὶ νῦν προὔργου δρᾶσαι νενόμικα καὶ τὴν σὴν πεῖσαι μεγαλοπρέπειαν· καὶ πεῖσαι, τοῦ συνειδότος μαρτυροῦντος, ὡς οὐδεμίαν ἔχω πρὸς τὸν δεῖνα ἀνθρωπίνην δυσμένειαν· ἀνιᾷ δέ με τοῖς θείοις παντελῶς ἀποταξάμενος νόμοις καὶ ὄργανον τῆς ἐναντίας ἐνεργείας γενόμενος. 52 ΙΣΟΚΑΣΙΩ ΣΟΦΙΣΤΗ. Ἀληθὴς ἄρα ὁ τραγικός ἐστι λόγος ὁ τὸν ἄλυπον βίον ἐπιζητῶν καὶ παρ' οὐδενὶ τοῦτον εὑρηκέναι βοῶν· ἀδοκήτοις γὰρ οἱ πλεῖστοι τῶν ἀνθρώπων περιπίπτουσι συμφοραῖς. Τοῦτο δὲ πέπονθε καὶ Θεοκλῆς ὁ εὐγενέστατος ἡμῶν υἱός. Ἀγροῦ μὲν γὰρ ἑνὸς αὐτὸν κύριον πεποίηκεν ὁ πατήρ· φέρει δὲ οὗτος οὐ μυῤῥίνας καὶ ἄνθη, κατὰ τὸν κωμικὸν ἐκεῖνον ἀγρόν, ἀλλὰ τὰς ὑπὲρ τῶν εἰσφορῶν παροινίας. Τοσοῦτον δὲ κληρονομήσας, εἰς τὴν δικαιοτάτην πραιτοῦραν ἐκλήθη, καὶ μόγις οἷός τε ὢν τροφῆς τῆς ἀναγκαίας μεταλαχεῖν, τοσοῦτον ζημίας φορτίον ἠνάγκασται μεριμνᾶν· οὗ δὴ χάριν καὶ τὴν βασιλίδα καταλαβεῖν ἐπείγεται πόλιν. ∆εῖται τοίνυν δι' ἡμῶν τῆς ὑμετέρας μεγαλοπρεπείας, ὥστε μεθ' ὑμετέρων ἐπιδημῆσαι γραμμάτων, καλῶς αὐτοῦ τὴν πενίαν καὶ σοφιστικῶς τραγῳδούντων. Μετὰ γὰρ τηλικαύτης μαρτυρίας εἰς τὸ δικαστήριον εἰσιὼν πείσει τοὺς δικάζοντας πάντας τῆς φιλανθρωπίας μόνης τὴν ψῆφον ἐξενεγκεῖν.