1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

12

ὅρον, οὗτοι καὶ τοὺς εἰσπραττομένους καὶ τοὺς εἰσπράττειν κελεύον τας ἀτεχνῶς εὐεργετοῦσι. Τοῦτο τὴν σὴν οἶδα ποιοῦσαν λαμ πρότητα· ἀγχινοίᾳ γὰρ κυβερνᾷς τὴν ἐξουσίαν, καὶ διὰ τοῦτο πατρικῇ μὲν ἡμερότητι χαίρεις, ἠπίοις δὲ λόγοις κεχρημένος, ἀπηνοῦς παντὸς καὶ πῦρ πνέοντος ἄμεινον τῶν εἰσφορῶν τὰς εἰσπράξεις ποιῇ. Αἰσχυνόμενοι γάρ σου τὸ πρᾶον οἱ ἀπαιτού μενοι, τῆς πενίας ἐπιλανθανόμενοι, καὶ τῶν εὐτελῶν ῥακίων γυμνοῦνται. Ἀμέλει καὶ νῦν ἐν τοσαύτῃ σπάνει χρυσίου τῶν ὠνίων ἐῤῥιμμένων, οὐδενὸς οὐχ ὑγροῖς οὐ ξηροῖς προσιόντος καρποῖς, κατὰ πέντε καὶ δέκα καὶ εἴκοσι δανεισάμενοι χρυσί νους, καὶ τοὺς παρ' ἡμῖν ἱδρυμένους ἀποδύσαντες στρατιώτας ἀπέστειλαν τὸ χρυσίον, ὅσον δοθῆναι προσέταξας. Τοσαῦτα δύναται ἡμερότης κεκραμένη συνέσει· ἀληθὲς γὰρ ἀτεχνῶς ἐκεῖνο τὸ τραγικόν, ὅτι· Σοφὸν ἓν βούλευμα πολλὰς χεῖρας νικᾷ ... Οὕτω τοίνυν, ὦ ἄριστε, διατελεῖς κυβερνῶν, ἐῤῥῶσθαι πολλὰ τοῖς παροξύνουσι λέγων καὶ τὴν τῶν κοινῶν προμήθειαν πάν των ὁμοῦ προτιμῶν. Οὕτω γὰρ καὶ τὸν τῶν ὅλων θεραπεύσεις Θεὸν καὶ βασιλεῖ τὰς ἐγχειρισθείσας σοι διασώσεις π[όλεις] καὶ τὴν εὔκλειαν τὴν παρὰ πάντων τρυγήσεις. 38 ΙΣΟΚΑΣΙΩ [ΣΟΦΙΣΤ]Η. Τ[ὸν] καλὸν καὶ ἀγαθὸν Γερόντιον, ὃς οἶδε μὲν ἄριστα ξύλα τεκταίνειν, ἔμαθε δὲ παρὰ τῆς τέχνης ζῴων καὶ δένδρων παν τοδαπῶν εἰκόνας ἐνθεῖναι τοῖς ξύλοις, ἔχει δὲ τρόπον νικῶντα κάλλιστον τὴν ἀρετὴν τῆς τέχνης, ἀπέστειλά σου τῇ μεγα λοπρεπείᾳ, κομιδῇ μὲν αὐτοῦ τῆς τέχνης δεόμενος, τὴν ὑμε τέραν δὲ θεραπείαν τῆς ἡμετέρας προτιμήσας χρείας. Μαθὼν γὰρ παρὰ τοῦ λαμπροτάτου Εὐρυκιανοῦ, ὅτι τοῦ ἀνδρὸς εἰς τὴν τῆς οἰκίας ποικιλίαν τὸ μέγεθος δεῖται τὸ σόν, εὐθὺς αὐτὸν πέπομφα τῇ σοφίᾳ τῇ σῇ, ὥστε τοῖς ἀρίστοις τῶν ὁμο τέχνων ἐγχειρίσαι τοὖργον καὶ τὴν ταχίστην ἐπανελθεῖν ὡς ἡμᾶς. Ἐπειδὴ τοίνυν ἐν χερσὶν ἔχοντες τὸν ἄνδρα προτετι μήκαμεν τὰ ὑμέτερα, τῆς αὐτῆς τυχεῖν χάριτος ἐπαγγέλλο μεν· τευξόμεθα δέ, ἢν ἐπιστήσας τοῖς ὑμετέροις ἔργοις οὓς δεῖ, ὡς τάχιστα ἐπανέλθῃ πρὸς ἡμᾶς. 39 ΑΝΤΙΟΧΩ ΑΠΟ ΥΠΑΡΧΩΝ. Πολλαχόθεν μὲν καὶ ἄλλοθεν τὴν ὑμετέραν ἐστὶν ἰδεῖν δικαιοκρισίαν· δείκνυσι δὲ ὑμᾶς ὅτι μάλιστα ἡ περὶ τῶν ἀρχόν των ψῆφος, οἷς καὶ τὰ ἔθνη καὶ τὰς πόλεις ἄγειν ἐνεχειρί σατε· κοινὴν γὰρ ἁπάντων τῶν ὑπηκόων κηδεμονίαν ποιούμε νοι, τοὺς ἀδωροτάτους καὶ χρημάτων κρεί[ττου]ς καὶ ἴ[σα] κατέχοντας τὰ τῆς δίκης ζυγά, καὶ ἁπαξαπλῶς τοὺς ἀρίστους ἐκλεγόμενοι, οἷόν τινας πατέρας καὶ ἰατροὺς καὶ κυβερνήτας ταῖς πόλεσιν ἐπεστήσατε. Πολλοῖς μὲν οὖν καὶ ἄλλοις καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐντετυχήκαμεν, ἄρχειν ὑπὸ τῆς ὑμετέ ρας ψήφου λαχοῦσιν, ἀξιάγαστον δὲ μάλιστα καὶ αἰδοῦς ἀξιώ τατον εἴδομεν τὸν λαμπρότατον Νέωνα. Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσ κεύασεν. Οὗτος νῦν παυσάμενος τῆς ἀρχῆς, αὐτὸς μὲν ἀπηλ λάγη θορύβων ὁμοῦ καὶ φροντίδων, ἐγύμνωσε δὲ τοὺς ἀρχο μένους πατρικῆς κηδεμονίας· τρέχει δὲ παρὰ τὸ ὑμέτερον μέγεθος, δόξαν ἀντὶ χρημάτων κτησάμενος καὶ ἐπὶ τῇ θαυ μαστῇ καὶ πολλῶν ἐπαίνων ἀξίᾳ λαμπρυνόμενος πενίᾳ. Ἀλλὰ τοῦτον αὖθις ἡμῖν μετὰ τῶν πηδαλίων πέμψατε. Μὴ γὰρ γένοιτο ἄνδρα εὐεργετεῖν ἐπιστάμενον τῶν εἰς εὐεργεσίαν σπανίζειν προφάσεων. 40 ∆ΟΜΕΤΙΑΝΩ ΚΟΙΑΙΣΤΩΡΙ.