1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

14

ἀνορθοῦντες καὶ τὴν συμμετρίαν διδάσκοντες. Χρὴ τοίνυν σε, δέσποτα, σοφὸν ὄντα καὶ τοὺς ἄλλους σοφίζειν δυνάμενον καὶ τῶν τοιούτων λόγων πλήρη τυγχάνοντα καὶ φιλεῖν τὸν πέλας ὡς σεαυτὸν δεδιδαγμένον, μὴ βλάπτειν τοῖς ἐγκωμίοις τοῦ φιλουμένου τὸ φρόνημα, μηδὲ τὸν μὲν αἴρειν εἰς ὕψος καὶ μετεωρίζειν τοῖς λόγοις, ἑαυτὸν δὲ ταπεινοῦν ὑπὲρ τὸ ἄγαν καὶ τὴν οὐκ ἐπαινουμένην ταύτην ἀμετρίαν αἱρεῖσθαι, μηδὲ τῷ πόθῳ τὴν εὐφημίαν μετρεῖν, ἀλλὰ τὴν ἀλήθειαν προτιμᾶν τῆς φιλίας, καὶ κρύπτειν μὲν τὰς τοῦ φίλου κηλῖδας (ταῦτα γὰρ ὁ τῆς φιλίας νομοθέτης παρεγ γυᾷ· Ἀγάπη , λέγων, καλύψει πλῆθος ἁμαρτιῶν ), τὰ δὲ φαινόμενα κατορθώματα συμμέτρως θαυμάζειν. Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀπο κρουόμενος· ἀποκναίει [με] γὰρ τούτων τὸ ἕτερον· ἤκουσα [δὲ καὶ] τοῦ Θεοῦ δ[ιὰ τοῦ] προφήτου πρὸς τὸν Ἰσραὴλ λέγοντος· Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσι . Περὶ μὲν τούτων ταύτην σου τῇ θεοσεβείᾳ τὴν ἱκετείαν προσφέρω· περὶ δὲ τῆς παιδὸς διδάσκω σου τὴν θεοσέβειαν, ὡς κήδομαι μὲν αὐτῆς διὰ τὴν ὀρφανίαν, οὐ μὴν ἐμαυτὸν εἰς τοὺς περὶ μνησ τείας καθῆκα λόγους, ἀλλὰ τῇ μητρὶ ταύτης παρεχώρησα τὴν ἐξουσίαν. Παρακαλῶ δέ σου τὴν ὁσιότητα δηλῶσαι ἡμῖν τοῦ μνηστεύσασθαι βουλομένου καὶ τοὔνομα καὶ τὸ γένος (οὐδὲν γὰρ τούτων περιεῖχε τὰ γράμματα), ἵνα καὶ τῇ μητρὶ καὶ τοῖς προσήκουσι τῇ παιδὶ ταῦτα ποιήσω γνώριμα καὶ συμβουλεύσω τὰ δέοντα. 44 ΙΣΟΚΑΣΙΩ ΣΟΦΙΣΤΗ. Τοὺς παρ' ὑμᾶς φοιτῶντας νέους οὐ μόνον τὴν ἑλλάδα φωνὴν ἐκπαιδεύετε καὶ τὴν ἀττικὴν εὐγλωττίαν διδάσκετε, ἀλλὰ καὶ τῆς ἄλλης ἀξιοῦτε προμηθείας, τῆς τε τῶν ἠθῶν ἐπιμελόμενοι κοσμιότητος καὶ τὸν βίον πρὸς ἀρετὴν βλέπειν παρασκευάζοντες· πρὸς δὲ τούτοις καὶ τὴν ἄλλην αὐτῶν ποιεῖσθε κηδεμονίαν, τῶν ἀδικεῖν πειρωμένων ἀπαλλάττοντες, τοὶς ὠφελεῖν δυναμένοις συνιστῶντες, καὶ ἁπαξαπλῶς τὰ πατέρων ἐργαζόμενοι· ταῦτα γὰρ ἴδια τῶν καθ' ὑμᾶς τὴν λογικὴν ταύτην σοφίαν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐμβαλλόν των. Τοιαύτας ἔχει παρὰ τῆς σῆς μεγαλονοίας εὐεργεσίας ὁ εὐγενέστατος καὶ ποθεινότατος υἱὸς ἡμῶν Φίλιππος. Καὶ γὰρ ἡνίκα οἱ περὶ τῆς κηραρχίας ἐνειστήκεισαν ἀγῶνες, τῶν [ἐν] αγωνιζομένων ἦσθα καὶ πᾶν ὁτιοῦν πραττόντων ὑπὲρ τοῦ νέου. Καὶ νῦν δέ, ὡς ἔγνων, πολλὴν ἡ σὴ μεγαλοφυΐα σπουδὴν συνεισήνεγκεν, ὥστε αὐτὸν μὴ τῶν ἀγομένων καὶ φερομένων ὑπὸ τῶν καλῶν ἡγεμόνων εἶναι, ἀλλὰ τῶν γεραιρομένων καὶ τιμῆς ἀξιουμένων. Καί σοι πολλὰ γένοιτο ἀγαθά, τοιαύτην ποιουμένῳ κηδεμονίαν τῶν πατρὸς ἐστερημένων. Ὑπὲρ μὲν οὖν τούτων καὶ ἡμεῖς χάριν ὁμολογοῦμεν τῇ μεγαλοπρεπείᾳ τῇ σῇ· ἐπειδὴ δὲ τέως αὐτῷ λυμαίνεται τὸ ἀξίωμα (ἀποστερεῖ γὰρ αὐτὸν καὶ τῶν τοῦ βουλευτηρίου πρωτείων) καὶ πάντες οἱ ἐπιτήδειοι πρὸς τοῦτο δυσχεραίνουσι καὶ ἀπειλοῦσι μηκέτι τῶν πραγμάτων φροντίζειν, εἰ τοῦτο γένοιτο, παρακαλῶ σου τὴν σοφίαν ἀναλαβέσθαι τοῦτο τῆς εὐεργεσίας τὸ εἶδος· εὐερ γεσία γάρ ἐστι, κατὰ τὸν τῆς σῆς μεγαλοπρεπείας σκοπόν, εἰ καὶ τοῖς εἰδόσι τὰ τῆς πόλεως πράγματα βλάβη νομίζεται. Τοῦτο γὰρ ἡ σὴ ποιοῦσα μεγαλοπρέπεια, τὴν πατρικὴν αὖθις δείξει φιλοστοργίαν. 45 ΘΕΟ∆ΟΤΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. ∆έδωκε παισὶν ἡ φύσις εὐκαίρως παῤῥησιάζεσθαι πρὸς πατέρας, καὶ τοῖς οἰκέταις ὁ τῆς δουλείας νόμος καὶ σιγῇ τὴν δεσποτείαν τιμᾶν καὶ λαλεῖν πρὸς τοὺς κεκτημένους