1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

4

χριστοφόρος ἀνὴρ ὁ μακάριος Παῦλος ἀποβλέπων ἔλεγε· Κατὰ σκοπὸν διώκω, εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως Ἰησοῦ Χριστοῦ· σκοπῶν γοῦν τὸ καλὸν ὁ ἅγιος, οὐδέποτε τὸ κακὸν ἐποίει.

6 Ἑλλήνων μὲν οὖν τινες, πλανηθέντες τῆς ὁδοῦ, καὶ τὸν Χριστὸν οὐκ ἐγνωκότες, ἐν ὑποστάσει καὶ καθ' ἑαυτὴν εἶναι τὴν κακίαν ἀπεφήναντο, ἁμαρτάνοντες κατὰ δύο ταῦτα· ἢ τὸν ∆ημιουργὸν ἀποστεροῦντες τοῦ εἶναι ποιητὴν τῶν ὄντων· οὐκ ἂν γὰρ εἴη τῶν ὄντων Κύριος, εἴ γε κατ' αὐτοὺς ἡ κακία ὑπόστασιν ἔχει καθ' ἑαυτὴν καὶ οὐσίαν· ἢ πάλιν, θέλοντες αὐτὸν ποιητὴν εἶναι τῶν ὅλων, ἐξ ἀνάγκης καὶ τοῦ κακοῦ δώσουσιν εἶναι· ἐν γὰρ τοῖς οὖσι καὶ τὸ κακὸν κατ' αὐτούς ἐστι. τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον ἂν φανείη· οὐ γὰρ ἐκ τοῦ καλοῦ τὸ κακόν, οὐδὲ ἐν αὐτῷ ἐστιν, οὐδὲ δι' αὐτοῦ· ἐπεὶ οὐκέτι καλὸν ἂν εἴη μεμιγμένην ἔχον τὴν φύσιν, ἢ αἴτιον γινόμενον κακοῦ. Οἱ δὲ ἀπὸ τῶν αἱρέσεων, ἐκπεσόντες τῆς ἐκκλησιαστικῆς διδα σκαλίας, καὶ περὶ τὴν πίστιν ναυαγήσαντες, καὶ οὗτοι μὲν ὑπόστασιν τοῦ κακοῦ παραφρονοῦσιν εἶναι· ἀναπλάττονται δὲ ἑαυτοῖς παρὰ τὸν ἀληθινὸν τοῦ Χριστοῦ Πατέρα θεὸν ἕτερον, καὶ τοῦτον ἀγέννητον τοῦ κακοῦ ποιητὴν καὶ τῆς κακίας ἀρχηγόν, τὸν καὶ τῆς κτίσεως δημιουργόν. τούτους δὲ εὐχερῶς ἄν τις ἐλέγξειεν ἔκ τε τῶν γραφῶν καὶ ἐξ αὐτῆς τῆς ἐν ἀνθρώποις διανοίας, ἀφ' ἧς καὶ ταῦτα ἀναπλα σάμενοι μαίνονται. ὁ μὲν οὖν Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς ἑαυτοῦ εὐαγγελίοις φησὶ βεβαιῶν τὰ Μωϋσέως ῥήματα, ὅτι Κύριος ὁ Θεὸς εἷς ἐστι· καί, Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. εἰ δὲ εἷς ἐστιν ὁ Θεός, καὶ οὗτος οὐρανοῦ καὶ γῆς Κύριος, πῶς ἄλλος ἂν εἴη θεὸς παρὰ τοῦτον; ποῦ δὲ καὶ ἔσται ὁ κατ' αὐτοὺς θεός, τὰ πάντα τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ πληροῦντος κατὰ τὴν τοῦ οὐρανοῦ καὶ γῆς περίληψιν; πῶς δὲ καὶ ἄλλος ἂν εἴη ποιητής, ὧν αὐτὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Χριστοῦ ἐστι Κύριος κατὰ τὴν τοῦ Σωτῆρος φωνήν; εἰ μὴ ἄρα, ὡς ἐν ἰσοστασίῳ, καὶ τῶν τοῦ ἀγαθοῦ Θεοῦ τὸν φαῦλον δύνασθαι γενέσθαι κύριον εἴποιεν. ἀλλ' ἐὰν τοῦτο λέγωσιν, ὅρα εἰς ὅσην ἀσέβειαν ἐκπίπτουσιν· ἐν γὰρ τοῖς τὰ ἴσα δυναμένοις τὸ ὑπερέχον καὶ κρεῖττον οὐκ ἂν εὑρεθείη. καὶ γὰρ εἰ μὴ θέλοντος τοῦ ἑτέρου, τὸ ἕτερον ἔστιν· ἴση ἀμφοτέρων ἡ δύναμις καὶ ἡ ἀσθένειά ἐστιν· ἴση μέν, ὅτι νικῶσιν ἀλλήλων τὴν βούλησιν ἐν τῷ εἶναι· ἀσθένεια δὲ ἀμφοτέρων ἐστίν, ὅτι μὴ βουλομένοις αὐτοῖς παρὰ γνώμην ἀποβαίνει τὰ πράγματα· ἔστι γὰρ καὶ ὁ ἀγαθὸς παρὰ γνώμην τοῦ φαύλου, ἔστι καὶ ὁ φαῦλος παρὰ βούλησιν τοῦ ἀγαθοῦ.

7 Ἄλλως τε· καὶ τοῦτο γὰρ ἄν τις αὐτοῖς εἴποι· εἰ τὰ φαινόμενα ἔργα τοῦ φαύλου ἐστί, τί τὸ ἔργον τοῦ ἀγαθοῦ; φαίνεται γὰρ οὐδὲν πλὴν μόνης τῆς τοῦ δημιουργοῦ κτίσεως. τί δὲ καὶ τοῦ εἶναι τὸν ἀγαθὸν γνώρισμα, οὐκ ὄντων αὐτοῦ ἔργων δι' ὧν ἂν γνωσθείη; ἐκ γὰρ τῶν ἔργων ὁ δημιουργὸς γινώσκεται. πῶς δὲ ὅλως καὶ δύο ἂν εἴη ἐναντία ἀλλήλων, ἢ τί τὸ διαιροῦν ἐστι ταῦτα, ἵνα χωρὶς ἀλλήλων γένωνται; εἶναι γὰρ αὐτὰ ἅμα ἀδύνατον, διὰ τὸ ἀναιρετικὰ ἀλλήλων εἶναι. ἀλλ' οὐδὲ ἕτερον ἐν ἑτέρῳ δυνηθείη ἂν εἶναι διὰ τὸ ἄμικτον καὶ ἀνόμοιον αὐτῶν τῆς φύσεως. οὐκοῦν ἐκ τρίτου τὸ διαιροῦν φανήσε ται, καὶ αὐτὸ Θεός. ἀλλὰ ποίας ἂν εἴη καὶ τὸ τρίτον φύσεως; πότερον τῆς τοῦ καλοῦ, ἢ τοῦ φαύλου; ἄδηλον φανήσεται. τῆς γὰρ ἀμφοτέρων εἶναι αὐτό, ἀδύνατον. Σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ Θεοῦ οὐδὲ ἐν Θεῷ οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ. ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται. ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπινοῇ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώ μενος περιπατῇ, πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ