1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

30

46 Ἆρ' οὖν, ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώ-πηκεν ἡ ἔνθεος διδασκαλία καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ Θείου γνώσεως φέρεσθαι; οὐχί γε, ἀλλὰ καὶ προαπαντᾷ τῇ διανοίᾳ λέγουσα· Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ πάλιν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου· καὶ πάλιν· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ. ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ Λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν, ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· Ἐθε-μελίωσας τὴν γῆν, καὶ διαμένει· τῇ διατάξει σου διαμένει ἡ ἡμέρα· καὶ πάλιν· Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ, τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, καὶ διδόντι τοῖς κτήνεσι τροφήν. διὰ τίνος δὲ δίδωσιν ἢ δι' οὗ καὶ τὰ πάντα γέγονε; δι' οὗ γὰρ γέγονε, δι' αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια. τίς οὖν ἂν εἴη οὗτος ἢ ὁ τοῦ Θεοῦ Λόγος, περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν; καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι' αὐτοῦ γενόμενα διαλέγεται, ἀφ' ὧν καὶ ἡμᾶς πείθει λέγουσα· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· καθὼς καὶ ὁ πάντα μέγας Μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. ἐπειδὴ καὶ τὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ Πατήρ· Γενηθήτω οὐρανός, καὶ συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον. Ἀφ' ὧν καὶ Ἰουδαίους ἄν τις ἐλέγξειεν οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς. τίνι γάρ, ἄν τις εἴποι πρὸς αὐτούς, ὡμίλει ὁ Θεός, ἵνα καὶ προστάττων λαλῇ; εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ' ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ, οὐδὲ εἰς τὸ γενέσθαι τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ. εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ Θεός, ἔδει λέγειν αὐτόν· Γενοῦ, οὐρανέ, καὶ γενοῦ, γῆ, καὶ ἔξελθε, βοτάνη, καὶ ποιήθητι, ἄνθρωπε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε, προστάττει δὲ λέγων· Ποιήσωμεν ἄνθρωπον, καὶ ἐξελθέτω βοτάνη· ἀφ' ὧν δείκνυται ὁ Θεὸς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτῳ, ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα. τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου Λόγος; τίνι γὰρ ἄν τις φαίη Θεὸν ὁμιλεῖν ἢ τῷ ἑαυτοῦ Λόγῳ; ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν ἢ ἡ τούτου σοφία, ἡ λέγουσα· Ἡνίκα ἐποίει τὸν οὐρανὸν καὶ τὴν γῆν, συμπαρήμην αὐτῷ; ἐν δὲ τῇ οὐρανοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει. συνὼν δὲ ὡς σοφία, καὶ ὡς Λόγος τὸν Πατέρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ Πατρός, τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει, ᾗ φησι καὶ ὁ Σωτήρ· Πάντα ὅσα βλέπω τὸν Πατέρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ· καὶ δι' αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί, καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς Υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ Πατρὸς καὶ σοφία καὶ Λόγος, οὐ κατὰ μετοχὴν ταῦτα ὤν, οὐδὲ ἔξωθεν ἐπιγενο-μένων τούτων αὐτῷ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι' αὐτοῦ, καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους, ἀλλ' αὐτο- σοφία, αὐτολόγος, αὐτοδύναμις ἰδία τοῦ Πατρός ἐστιν, αὐτοφῶς, αὐτοαλήθεια, αὐτοδικαιοσύνη, αὐτοαρετή, καὶ μὴν καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκών. καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος τοῦ Πατρὸς ὑπάρχει, καὶ μόνος ἐστὶν Υἱός, εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.