1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

19

χειρὶ θρησκεύουσι τῇ Θεοῦ τιμῇ; καὶ πάλιν, εἰ ὁ περὶ Θεοῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα, καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν, αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ Θεοῦ ὅρου; ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ' ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι. καὶ γῆς μὲν τοὺς καρποὺς πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δέ, εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται. καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται, θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει, καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι. εἴπερ οὖν ἦσαν θεοί, ἔδει τούτους μὴ ὑπ' ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτε σθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι, καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ' ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσον ἔχειν τὸ φῶς, καὶ τοῦτο πᾶσι λάμπειν, καὶ πάντα παρ' αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι καὶ κοινὸν ἀνθρώποις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τὴν χρείαν παρέχειν. οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε, θεῶν ὄντων κατ' αὐτούς, καὶ μηδὲν ἐπὶ βλάβῃ, ἐπ' ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων. εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα, καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνομάζειν ἢ Θεοῦ θρησκεύεσθαι τιμαῖς; τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις; οὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνην, οὔτε ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι Ζεὺς καὶ Ἀπόλ λων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοί, ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι, τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασι. διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία οὐκ εὐσεβείας, ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις, καὶ μεγάλης πλάνης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν γνώσεως, λέγω δὴ τὸν τοῦ Χριστοῦ Πατέρα. Ὅτε τοίνυν ταῦθ' οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς Ἕλλησιν εἰδωλολατρεία πάσης ἀθεότητος οὖσα μεστή, καὶ οὐκ ἐπ' ὠφελείᾳ, ἀλλ' ἐπ' ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων εἰσαχθεῖσα· φέρε λοιπόν, ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο, τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν, καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ Πατρὸς Λόγον, ἵνα δι' αὐτοῦ καὶ τὸν τούτου Πατέρα Θεὸν κατανοήσωμεν, καὶ γνῶσιν Ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν.

30 Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ' ἡμῶν αὐτῶν· οὐδ', ὥσπερ ἐστὶν αὐτὸς ὁ Θεὸς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ' ἐν ἡμῖν ἐστι, καὶ ἀφ' ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν, καθὼς καὶ Μωϋσῆς ἐδίδασκε λέγων· Τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σοῦ ἐστιν. ὅπερ καὶ ὁ Σωτὴρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ Θεοῦ, δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ Πατρὸς σωτήριον Λόγον. καὶ μὴ προφασι ζέσθωσαν Ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω, ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ