1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

28

διαστημάτων, ἀλλ' ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ, τὰ ἄνω, τὰ μέσα, τὰ κάτω, τὰ ὑγρά, τὰ ψυχρά, τὰ θερμά, τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν. ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθόν, τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι, κινεῖται· τὸ θερμὸν θερμαίνεται, καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ' αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι' αὐτοῦ.

43 Καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χοροῦ συνεστῶ τος ἐκ διαφόρων ἄνδρων, παίδων, γυναικῶν αὖ καὶ γερόντων, καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ, ὁ μὲν ἀνὴρ ὡς ἀνήρ, ὁ δὲ παῖς ὡς παῖς, ὁ δὲ γέρων ὡς γέρων, καὶ ὁ νέος ὡς νέος, πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ' ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ, ὥστε παρόντος πράγματος ἑνὸς τὰς πάσας ὁμοῦ κινεῖσθαι, καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾷν, τὴν δὲ ἀκοὴν ἀκούειν, τὴν δὲ χεῖρα ἅπτεσθαι, καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι, καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν. ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει, καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως. ἐκείνου γὰρ παρόν τος καὶ προστάττοντος, καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τὴν γεωργίαν, οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτισόμενος προέρχεται· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει, ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν, ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν, ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται, ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν, ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν, ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει, ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἀναστρέφονται, οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται. πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος, καὶ τῇ τούτου διατάξει γίγνονται, καὶ συνίστανται. κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ᾖ τὸ παρά δειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύ ματός τινος τοῦ Θεοῦ Λόγου ὁμοῦ τὰ πάντα διακοσμεῖται, καὶ τὰ οἰκεῖα παρ' ἑκάστου γίνεται, καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται.

44 Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμο νεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται, καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ, καὶ ἀὴρ μὲν ὑπ' αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵστα ται, ἡ θάλαττα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται, ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι, καιροὶ καὶ ὧραι παραγίγνονται, ὑετοὶ κατέρχονται, τὰ νέφη πληροῦται, χάλαζα γίνεται, χιὼν καὶ κρύσταλλος πήγνυται, πετεινὰ ἵπταται, ἑρπετὰ πορεύεται, ἔνυδρα νήχεται, θάλαττα πλέεται, γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ, φυτὰ αὔξει, καὶ τὰ μὲν νεάζει, τὰ δὲ πεπαίνεται, τὰ δὲ αὐξάνοντα γηράσκει καὶ φθίνει, καὶ τὰ μὲν ἀφανίζεται, τὰ δὲ γεννᾶται καὶ φαίνεται. πάντα δὲ ταῦτα, καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παρα δοξοποιὸς καὶ θαυματοποιὸς τοῦ Θεοῦ Λόγος φωτίζων καὶ ζωο ποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν, οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους