1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

3

ἐπιθυμοῦσα δὲ πάλιν, καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων, ἔμαθε φονεύειν καὶ ἀδικεῖν. πῶς δὲ καὶ ταῦτα ποιεῖ, εὔλογον κατὰ δύναμιν σημᾶναι.

4 Ἀποστᾶσα τῆς τῶν νοητῶν θεωρίας, καὶ ταῖς κατὰ μέρος τοῦ σώματος ἐνεργείαις καταχρωμένη, καὶ ἡσθεῖσα τῇ τοῦ σώματος θεωρίᾳ καὶ ἰδοῦσα καλὸν ἑαυτῇ εἶναι τὴν ἡδονήν, πλανηθεῖσα κατεχρήσατο τῷ τοῦ καλοῦ ὀνόματι, καὶ ἐνόμισεν εἶναι τὴν ἡδονὴν αὐτὸ τὸ ὄντως καλόν· ὥσπερ εἴ τις, τὴν διάνοιαν παραπληγείς, καὶ ἀπαιτῶν ξίφος κατὰ τῶν ἀπαντώντων, νομίζοι τοῦτο εἶναι τὸ σωφρονεῖν. ἐρασθεῖσα δὲ τῆς ἡδονῆς, ποικίλως αὐτὴν ἐνεργεῖν ἤρξατο. οὖσα γὰρ τὴν φύσιν εὐκίνητος, εἰ καὶ τὰ καλὰ ἀπεστράφη, ἀλλὰ τοῦ κινεῖσθαι οὐ παύεται. κινεῖται οὖν οὐκ ἔτι μὲν κατὰ ἀρετήν, οὐδὲ ὥστε τὸν Θεὸν ὁρᾷν· ἀλλὰ τὰ μὴ ὄντα λογιζομένη, τὸ ἑαυτῆς δυνατὸν μεταποιεῖ, καταχρωμένη τούτῳ εἰς ἃς ἐπενόησεν ἐπιθυμίας, ἐπεὶ καὶ αὐτεξούσιος γέγονε. δύναται γὰρ ὥσπερ πρὸς τὰ καλὰ νεύειν, οὕτω καὶ τὰ καλὰ ἀποστρέφεσθαι· ἀποστρεφομένη δὲ τὸ καλόν, πάντως τὰ ἐναντία λογίζεται· παύσασθαι γᾶρ καθόλου τοῦ κινεῖσθαι οὐ δύναται, τὴν φύσιν οὖσα, ὡς προεῖπον, εὐκίνητος. καὶ γινώσκουσα τὸ αὐτεξούσιον ἑαυτῆς, ὁρᾷ ἑαυτὴν δύνασθαι κατ' ἀμφότερα τοῖς τοῦ σώματος μέλεσι χρᾶσθαι εἴς τε τὰ ὄντα καὶ τὰ μὴ ὄντα· ὄντα δέ ἐστι τὰ καλά, οὐκ ὄντα δὲ τὰ φαῦλα. ὄντα δέ φημι τὰ καλά, καθότι ἐκ τοῦ ὄντος Θεοῦ τὰ παραδείγματα ἔχει· οὐκ ὄντα δὲ τὰ κακὰ λέγω, καθότι ἐπινοίαις ἀνθρώπων οὐκ ὄντα ἀναπέπλασται. ἔχοντος γὰρ τοῦ σώματος ὀφθαλμοὺς εἰς τὸ τὴν κτίσιν ὁρᾷν, καὶ διὰ τῆς παναρμονίου ταύτης συντάξεως γινώσκειν τὸν ∆ημιουργόν· ἔχοντος δὲ καὶ ἀκοὴν εἰς ἐπακρόασιν τῶν θείων λογίων καὶ τῶν τοῦ Θεοῦ νόμων· ἔχοντος δὲ καὶ χεῖρας, εἴς τε τὴν τῶν ἀναγκαίων ἐνέργειαν καὶ ἔκτασιν τῆς πρὸς τὸν Θεὸν εὐχῆς· ἡ ψυχὴ ἀποστᾶσα τῆς πρὸς τὰ καλὰ θεωρίας, καὶ τῆς ἐν αὐτοῖς κινήσεως, λοιπὸν πλανωμένη κινεῖται εἰς τὰ ἐναντία. εἶτα τὸ δυνατὸν ἑαυτῆς, ὡς προεῖπον, ὁρῶσα, καὶ τούτῳ καταχρωμένη, ἐνενόησεν ὅτι καὶ εἰς τὰ ἐναντία δύναται κινεῖν τὰ τοῦ σώματος μέλη· καὶ διὰ τοῦτο ἀντὶ τοῦ τὴν κτίσιν ὁρᾷν, εἰς ἐπιθυμίας τὸν ὀφθαλμὸν ἀποστρέφει, δεικνύουσα ὅτι καὶ τοῦτο δύναται καὶ νομίζουσα ὅτι, ἅπαξ κινουμένη, σώζει τὴν ἑαυτῆς ἀξίαν, καὶ οὐχ ἁμαρτάνει ποιοῦσα ὃ δύναται· οὐκ εἰδυῖα ὅτι οὐχ ἁπλῶς κινεῖσθαι, ἀλλ' εἰς ἃ δεῖ κινεῖσθαι γέγονε· τούτου γὰρ χάριν καὶ ἀποστολικὴ παρεγγυᾷ φωνή· Πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει.

5 Ἀλλὰ τῶν ἀνθρώπων ἡ τόλμα οὐκ εἰς τὸ συμφέρον καὶ πρέπον, ἀλλ' εἰς τὸ δυνατὸν σκοπήσασα, τὰ ἐναντία ποιεῖν ἤρξατο· ὅθεν, καὶ τὰς χεῖρας εἰς τὸ ἐναντίον κινουμένη, φονεύειν πεποίηκε, καὶ τὴν ἀκοὴν εἰς παρακοὴν παρήγαγε, καὶ τὰ ἄλλα μέλη εἰς τὸ μοιχεύειν ἀντὶ νομίμης τεκνογονίας· καὶ τὴν μὲν γλῶτταν ἀντὶ εὐφημίας εἰς βλασφημίας καὶ λοιδορίας καὶ ἐπιορκίας, τὰς δὲ χεῖρας αὖ πάλιν εἰς τὸ κλέπτειν καὶ τύπτειν τοὺς ὁμοίους ἀνθρώπους· καὶ τὴν μὲν ὄσφρησιν εἰς ὀδμῶν ἐρωτικῶν ποικιλίας· τοὺς δὲ πόδας εἰς ὀξύτητα τοῦ ἐκχέαι αἷμα· καὶ τὴν μὲν γαστέρα εἰς μέθην καὶ κόρον ἀπλήρω τον· ἅπερ πάντα κακία καὶ ἁμαρτία ψυχῆς ἐστιν. αἰτία δὲ τούτων οὐδεμία, ἀλλ' ἡ τῶν κρειττόνων ἀποστροφή. ὡς γὰρ ἐὰν ἡνίοχος, ἐπιβὰς ἵπποις ἐν σταδίῳ καταφρονήσῃ μὲν τοῦ σκοποῦ, εἰς ὃν ἐλαύνειν αὐτὸν προσήκει, ἀποστραφεὶς δὲ τοῦτον, ἁπλῶς ἐλαύνῃ τὸν ἵππον ὡς ἂν δύνηται· δύναται δὲ ὡς βούλεται· καὶ πολλάκις μὲν εἰς τοὺς ἀπαντῶντας ὁρμᾷ, πολλάκις δὲ καὶ κατὰ κρημνῶν ἐλαύνει, φερόμενος ὅπου δ' ἂν ἑαυτὸν τῇ ὀξύτητι τῶν ἵππων φέροι, νομίζων ὅτι οὕτω τρέχων, οὐκ ἐσφάλη τοῦ σκοποῦ· πρὸς γὰρ μόνον τὸν δρόμον ἀποβλέπει, καὶ οὐχ ὁρᾷ ὅτι ἔξω τοῦ σκοποῦ γέγονεν· οὕτω καὶ ἡ ψυχὴ ἀποστραφεῖσα τὴν πρὸς τὸν Θεὸν ὁδόν, καὶ ἐλαύνουσα παρὰ τὸ πρέπον τὰ τοῦ σώματος μέλη, μᾶλλον δὲ καὶ αὐτὴ μετ' αὐτῶν ὑφ' ἑαυτῆς ἐλαυνομένη, ἁμαρτάνει καὶ τὸ κακὸν ἑαυτῇ πλάττει, οὐχ ὁρῶσα ὅτι πεπλάνηται τῆς ὁδοῦ, καὶ ἔξω γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ, εἰς ὃν ὁ