1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

20

τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων. πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο, τίς ἂν εἴη αὕτη· φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι, καὶ τὸν ἐν αὐτῇ νοῦν. δι' αὐτοῦ γὰρ μόνου δύναται Θεὸς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μή, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἔστι νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν. ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἔχει καὶ ταύτην λογικήν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι' ὀλίγων διὰ τοὺς ἀκεραίους, ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο, οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθεί σης, φανερώτερον δι' ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι.

31 Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τὰ ἔξωθεν ἑαυτοῦ λογίζε σθαι, καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα μόνα τὰ παρόντα βλέπει, καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ, κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ. ὁ δὲ ἄνθρωπος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ, ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας κεκράτηται τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο, καὶ αἰσθάνεται ἕκαστος, εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει, καὶ ἀναμιμνήσκει, καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον. ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾷν, καὶ ὤτων τὸ ἀκούειν, καὶ στόματος γεύεσθαι, καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι, καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ' ἃ δεῖ ὁρᾷν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν, ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι. ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ, καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ' οὐκ οἶδεν, ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνῃ. Καὶ ἔοικέ γε τὸ τοιοῦτον, ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ, καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ' ἐπιστήμης. ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον, ἡ μὲν βαρύν, ἡ δὲ ὀξύν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθή, ὅταν ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευράς, καὶ ἁρμοδίως ἑκάστης ἅψηται· τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπι στήμων νοῦς αὐτῶν ἡγεμονεύῃ· τότε καὶ διακρίνει ἡ ψυχή, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἐστί, καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων, ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων, καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐν σώματί ἐστιν. πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος· καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος, καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ, χώρας ἀποδημῶν καὶ περιπατῶν, καὶ ἀπαντῶν τοῖς γνωρίμοις, καὶ πολλάκις διὰ τούτων τὰς μεθ' ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώ σκων. τοῦτο δὲ τί ἂν εἴη ἕτερον ἢ ψυχὴ λογική, ἐν ᾗ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος;