1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

11

διηγήσαντο. ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀλη θεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης. ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν, καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων θεοῖς προσάψοιεν ἐννοίας· ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν. εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται· εἰ δὲ ἀνθρώπων ἐστὶ καὶ ἀνθρώπων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα, ἄνθρω ποι ἂν εἶεν οἱ ταῦτα πράξαντες, καὶ οὐ θεοί. κατ' ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή, ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ, καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ. ὥσπερ οὖν εἴ τις, διαλεγόμενος περὶ ὕδατος καὶ πυρός, καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων, οὐκ ἂν εἶπε τὸ μὲν ὕδωρ καίειν, τὸ δὲ πῦρ ψύχειν· οὐδ' εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο, ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι, ἀλλὰ καὶ λέγων, πᾶσαν παραπληξίαν ὑπερέβαλεν· οὕτως οὐκ ἂν οἱ παρ' αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητής, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν ∆ία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν, ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι, καὶ ἀνθρώπους οὐ σώφρονας. ἢ εἰ ἐψεύ σαντο ὡς ποιηταί, καὶ σὺ τούτων καταψεύδῃ, διὰ τί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο, καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν, ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο; ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ ∆ιὸς καὶ τῆς Ἥρας, οὕτω καὶ τοῦ μὲν Ἀχιλλέως ἀνανδρίαν καταψεύσα-σθαι, τοῦ δὲ Θερσίτου δύναμιν θαυμάσαι· καὶ τοῦ μὲν Ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν, τοῦ δὲ Νέστορος παραφροσύνην πλάσασθαι· καὶ τοῦ μὲν ∆ιομήδους καὶ Ἕκτορος γυναικείας πράξεις, τῆς δὲ Ἑκάβης ἀνδρείαν μυθολογῆσαι. ἐπὶ πάντων γάρ, ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι. νῦν δὲ τοῖς μὲν ἀνθρώποις τὴν ἀλήθειαν ἐφύλαξαν, τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψεύδεσθαι. καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι, ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται· ἐν δὲ τοῖς ἐπαίνοις, ὅταν πατέρα θεῶν καὶ ὕπατον καὶ Ὀλύμπιον καὶ ἐν οὐρανῷ βασιλεύοντα λέγωσι τὸν ∆ία, οὐ πλάττονται, ἀλλ' ἀληθεύον τες λέγουσι. τοῦτον δὲ οὐ μόνος ἐγώ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ' αὐτῶν εἶναι τὸν λόγον. πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ' αὐτῶν φανήσεται. αἱ μὲν γὰρ πράξεις ἀνθρώπους αὐτοὺς εἶναι ἐλέγχουσι, τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἐστὶ φύσιν· ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό· οὔτε γὰρ τῶν ἐν οὐρανοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν, οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεούς.

17 Τί οὖν ὑπολείπεται νοεῖν, ἢ ὅτι τὰ μὲν ἐγκώμια ψευδῆ καὶ κεχαρισμένα τυγχάνει, αἱ δὲ πράξεις ἀληθεύονται κατ' αὐτῶν; καὶ τοῦτο ἀληθὲς ἐκ τῆς συνηθείας ἄν τις ἐπιγνώσεται. οὐδεὶς γὰρ ἐγκωμιάζων τινά, καὶ κατηγορεῖ τῆς τούτου πολιτείας· ἀλλὰ μᾶλλον οἷς εἰσιν αἱ πράξεις αἰσχραί, τούτους διὰ τὸν ἐκ τούτων ψόγον ἐπαίρουσι τοῖς ἐγκωμίοις, ἵνα τῇ τούτων ὑπερβολῇ τοὺς ἀκούοντας ἀπατήσαντες ἐπικρύψωσι τὴν ἐκείνων παρανομίαν. ὥσπερ οὖν εἴ τις, ἐγκωμιάσαι τινὰ προθέμενος, μὴ εὑρίσκοι μὲν ἐκ πολιτείας μηδὲ ἐξ ἀρετῆς τῆς ψυχῆς τὴν πρόφασιν τῶν ἐγκωμίων διὰ τὴν ἐν τούτοις αἰσχύνην, ἄλλως δὲ αὐτοὺς ἐπαίροι, τὰ ὑπὲρ αὐτοὺς αὐτοῖς χαριζό μενος· οὕτω καὶ οἱ παρ' αὐτοῖς θαυμαστοὶ ποιηταί, δυσωπούμενοι ἐπὶ ταῖς αἰσχραῖς πράξεσι τῶν λεγομένων παρ' αὐτοῖς θεῶν, τὸ ὑπὲρ ἄνθρωπον αὐτοῖς προσῆψαν ὄνομα, οὐκ εἰδότες ὅτι οὐ ταῖς ὑπὲρ ἄνθρωπον ὑπονοίαις ἐπισκιάσουσιν αὐτῶν τὰ ἀνθρώπινα, ἀλλὰ μᾶλ λον τοῖς ἀνθρωπίνοις αὐτῶν ἐλαττώμασι τὰς Θεοῦ ἐννοίας μὴ ἁρμό ζειν αὐτοῖς διελέγξουσι. καὶ ἔγωγε νομίζω καὶ παρὰ γνώμην αὐτοῖς εἰρῆσθαι τὰ τούτων πάθη καὶ τὰς τούτων πράξεις. ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον, ὡς εἶπεν ἡ γραφή, προσηγορίαν καὶ τιμὴν