1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

7

θεούς. ἀλλὰ τὸ θαυμαστόν ἐστι τοῦτο, ὅτι αὐτοὶ ἀποθνήσκοντες ὡς ἄνθρωποι ἐλέγχουσι τὴν ἑαυτῶν περὶ τῶν θεοποιηθέντων ὑπ' αὐτῶν ψῆφον εἶναι ψευδῆ.

10 Τοῦτο δὲ τὸ ἔθος οὐ καινόν, οὐδὲ ἀπὸ τῆς Ῥωμαίων ἤρξατο βουλῆς, ἀλλ' ἦν ἄνωθεν προγιγνόμενον καὶ προμελετώμενον ἐπὶ τὴν τῶν εἰδώλων ἔννοιαν. καὶ γὰρ οἱ πάλαι παρ' Ἕλλησι διαβεβοημένοι θεοὶ Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥφαιστος καὶ Ἑρμῆς,καὶ ἐν θηλείαις Ἥρα καὶ ∆ήμητρα καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις, ταῖς Θησέως τοῦ παρὰ τοῖς Ἕλλησιν ἱστορουμένου διαταγαῖς ἐκρίθησαν λέγεσθαι θεοί· καὶ οἱ μὲν διαταξάμενοι, ὡς ἄνθρωποι ἀποθνήσκοντες, θρηνοῦνται· οὓς δὲ διετάξαντο, οὗτοι ὡς θεοὶ προσκυνοῦνται. ὢ πολλῆς ἐναντιότητος καὶ μανίας. τὸν διαταξάμενον εἰδότες, οὓς διετάξατο προτιμῶσι. καὶ εἴθε μέχρις ἀρρένων εἱστήκει τούτων ἡ εἰδωλομανία, καὶ μὴ εἰς θηλείας κατέφερον τὴν θείαν προσηγορίαν. καὶ γὰρ καὶ γυναῖκας, ἃς οὐδὲ εἰς κοινὴν περὶ πραγμάτων συμ βουλίαν λαμβάνειν ἀσφαλές, ταύτας τῇ τοῦ Θεοῦ τιμῇ θρησκεύουσι καὶ σέβουσιν, ὡς αἱ μὲν παρὰ Θησέως διαταγεῖσαι, ὡς προειρήκαμεν, παρὰ δὲ Αἰγυπτίοις Ἶσις καὶ Κόρη καὶ Νεωτέρα, καὶ παρ' ἄλλοις Ἀφροδίτη. τὰ γὰρ τῶν ἄλλων ὀνόματα οὐδὲ λέγειν εὐαγὲς ἡγοῦμαι, πάσης χλεύης ὄντα μεστά. πολλοὶ γὰρ οὐ μόνον ἐν τοῖς πάλαι, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἡμᾶς χρόνοις, ἀποβαλόντες φίλτατα καὶ ἀδελφοὺς καὶ συγγενεῖς καὶ γυναῖκας, πολλαὶ δὲ καὶ ἄνδρας ἀποβαλοῦσαι, οὓς πάντας ἡ φύσις ἤλεγξεν ἀνθρώπους εἶναι θνητούς, τούτους καὶ ταύτας διὰ τὸ πολὺ περὶ αὐτῶν πένθος ἀναζωγραφήσαντες, καὶ θυσίας ἀναπλάσαντες, ἀνέθηκαν, οὓς οἱ μετὰ ταῦτα διὰ τὴν πλάσιν, καὶ τὴν τοῦ τεχνίτου φιλοτιμίαν θεοὺς ἐθρήσκευσαν, πρᾶγμα πάσχον τες οὐ κατὰ φύσιν. οὓς γὰρ οἱ γονεῖς ὡς μὴ ὄντας θεοὺς ἐθρήνησαν (οὐκ ἂν γάρ, εἴπερ ᾔδεισαν αὐτοὺς θεούς, ὡς ἀπολομένους ἐκόψαντο· τούτου γὰρ χάριν, οὐ μόνον οὐ νομίζοντες αὐτοὺς εἶναι θεούς, ἀλλὰ μηδ' ὅλως ὑπάρχειν, ἐν εἰκόνι τούτους ἐτυπώσαντο, ἵνα τοῦ μηκέτι εἶναι, τὴν διὰ τῆς εἰκόνος δόκησιν ὁρῶντες, παραμυθῶνται), τούτοις ὅμως οἱ ἄφρονες ὡς θεοῖς εὔχονται, καὶ τὴν τοῦ ἀληθινοῦ Θεοῦ τιμὴν τούτοις περιτιθέασιν. ἐν γοῦν Αἰγύπτῳ εἰσέτι καὶ νῦν ὁ περὶ Ὀσίρεως καὶ Ὥρου καὶ Τυφῶνος καὶ τῶν ἄλλων θρῆνος τῆς ἀπωλείας ἐπιτελεῖται· καὶ τὰ ἐν ∆ωδώνῃ χαλκεῖα, καὶ οἱ ἐν Κρήτῃ Κορύβαντες, τὸν ∆ία μὴ εἶναι θεὸν ἐλέγχουσιν, ἀλλ' ἄνθρωπον, καὶ τοῦτον ἐκ πατρὸς ὠμοβόρου γενόμενον. καὶ τό γε θαυμαστόν, ὅτι καὶ ὁ πάνυ παρ' Ἕλλησι σοφὸς καὶ πολλὰ καυχησάμενος ὡς περὶ Θεοῦ διανοηθείς, ὁ Πλάτων, εἰς τὸν Πειραῖα μετὰ Σωκράτους κατέρχεται, τὴν ἀνθρώπου τέχνῃ πλασθεῖσαν Ἄρτεμιν προσκυνήσων.

11 Ταύτας δὲ καὶ τὰς τοιαύτας τῆς εἰδωλομανίας εὑρέσεις ἄνωθεν καὶ πρὸ πολλοῦ προεδίδασκεν ἡ γραφὴ λέγουσα· Ἀρχὴ πορνείας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. οὔτε γὰρ ἦν ἀπ' ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. κενοδοξίᾳ γὰρ ἀνθρώπων ἦλθεν εἰς τὸν κόσμον, καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη. ἀώρῳ γὰρ πένθει τρυχόμενος πατήρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας, τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς ζῶντα ἐτίμησε, καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς. εἶτ' ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος, ὡς νόμος ἐφυλάχθη. καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά, οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι, διὰ τὸ μακρὰν οἰκεῖν, τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι, ἐμφανῆ εἰκόνα τοῦ τετι μημένου βασιλέως ἐποίησαν, ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσι διὰ τῆς σπουδῆς. εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας ἡ τοῦ τεχνίτου προετρέψατο φιλο τιμία· ὁ μὲν γάρ, ἴσως τῷ κρατοῦντι βουλόμενος ἀρέσαι, ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον· τὸ δὲ πλῆθος, ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας, τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα ἐλογίσαντο· καὶ τοῦτο ἐγεγόνει τῷ βίῳ εἰς ἔνεδρον· ὅτι, ἢ