1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

8

συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι, τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθηκαν. τοιαύτης τοίνυν τῆς εἰδώλων εὑρέσεως ἐπὶ μάρτυρι τῇ γραφῇ παρὰ τοῖς ἀνθρώποις ἀρξαμένης καὶ ἀναπλασθείσης, ὥρα λοιπόν σοι καὶ τὸν κατ' αὐτῆς ἔλεγχον ἀποδεῖξαι, οὐ τοσοῦτον ἔξωθεν, ὅσον ἀφ' ὧν οὗτοι περὶ αὐτῶν φρονοῦσι τὰ τεκμήρια λαμβανόντας. Εἰ γάρ τις τῶν παρ' αὐτοῖς λεγομένων θεῶν, ἵνα πρῶτον ἀπὸ τούτων τῶν κάτωθεν ἄρξωμαι, λάβοι τὰς πράξεις, εὑρήσει μὴ μόνον οὐκ εἶναι αὐτοὺς θεούς, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς αἰσχίστους γεγονότας. οἷον γάρ, οἷόν ἐστιν ἰδεῖν τοὺς παρὰ ποιηταῖς τοῦ ∆ιὸς ἔρωτας, καὶ τὰς ἀσελγείας. οἷόν ἐστιν αὐτὸν ἀκούειν ἁρπάζοντα μὲν τὸν Γανυμήδην, καὶ τὰς κλοπιμαίους ἐργαζόμενον μοιχείας, δεδιότα δὲ καὶ δειλιῶντα μὴ παρὰ γνώμην αὐτοῦ τὰ τῶν Τρώων ἀπόληται τείχη. οἷόν ἐστιν ἰδεῖν αὐτὸν ἀχθόμενον ἐπὶ τῷ θανάτῳ τοῦ υἱέος αὐτοῦ Σαρπηδόνος, καὶ βουλόμενον αὐτῷ βοηθῆσαι καὶ μὴ δυνά μενον· καὶ ἐπιβουλευόμενον μὲν ὑπὸ τῶν ἄλλων λεγομένων θεῶν, Ἀθηνᾶς δὴ λέγω καὶ Ἥρας καὶ Ποσειδῶνος, βοηθούμενον δὲ ὑπὸ Θέτιδος γυναικὸς καὶ τοῦ ἑκατονταχείρου Αἰγαίωνος· καὶ νικώμενον ὑπὸ ἡδονῶν, δουλεύοντα δὲ γυναιξί, καὶ δι' αὐτὰς ἐν ἀλόγοις ζώοις τετράποσί τε καὶ πτηνοῖς ταῖς φαντασίαις παρακινδυνεύοντα· καὶ πάλιν αὐτὸν μὲν κρυπτόμενον διὰ τὴν τοῦ πατρὸς ἐπιβουλήν, τὸν δὲ Κρόνον ὑπ' αὐτοῦ δεσμευόμενον, κἀκεῖνον ἀποτέμνοντα τὸν πατέρα. ἆρ' οὖν ἄξιον τοῦτον ὑπονοεῖν θεόν, τοσαῦτα δράσαντα, καὶ διαβλη θέντα, ἃ μηδὲ οἱ κοινοὶ Ῥωμαίων νόμοι καὶ τοὺς ἁπλῶς ἀνθρώπους ἐπιτρέπουσι ποιεῖν;

12 Ἵνα γὰρ ἐκ πολλῶν ὀλίγα μνημονεύσω διὰ τὸ πλῆθος, τίς ἰδὼν αὐτοῦ τὴν εἰς Σεμέλην καὶ Λήδαν καὶ Ἀλκμήνην καὶ Ἄρτεμιν καὶ Λητὼ καὶ Μαῖαν καὶ Εὐρώπην καὶ ∆ανάην καὶ Ἀντιόπην παρανομίαν καὶ φθοράν· ἢ τίς, ἰδὼν τὴν εἰς τὴν ἰδίαν ἀδελφὴν αὐτοῦ ἐπιχείρη σιν καὶ τόλμαν, ὅτι τὴν αὐτὴν ἀδελφὴν εἶχε καὶ γυναῖκα, οὐκ ἂν χλευάσειε, καὶ ζημιώσειε θανάτῳ; ὅτι μὴ μόνον ἐμοίχευσεν, ἀλλὰ καὶ τοὺς ἐκ τῆς μοιχείας γενομένους αὐτῷ παῖδας θεοποιήσας ἀνέθηκεν, ἐπικάλυμμα τῆς παρανομίας αὐτοῦ τὴν τῆς θεοποιίας φαντασίαν κατασκευάζων· ὧν εἰσι ∆ιόνυσος καὶ Ἡρακλῆς καὶ ∆ιόσκουροι καὶ Ἑρμῆς καὶ Περσεὺς καὶ Σώτειρα. τίς, ἰδὼν τὴν τῶν λεγομένων θεῶν ἀκατάλλακτον πρὸς ἑαυτοὺς ἔριν ἐν Ἰλίῳ τῶν Ἑλλήνων καὶ τῶν Τρώων χάριν, οὐ καταγνώσεται τῆς ἀσθενείας αὐτῶν, ὅτι διὰ τὴν πρὸς ἀλλήλους φιλονεικίαν καὶ τοὺς ἀνθρώπους παρώξυναν; τίς, ἰδὼν ὑπὸ μὲν ∆ιομήδους τιτρωσκομένους Ἄρεα καὶ Ἀφροδίτην, ὑπὸ δὲ Ἡρακλέους τὴν Ἥραν καὶ τὸν Ὑποχθόνιον ὃκαλοῦσι θεὸν Ἀϊδωνέα, καὶ ∆ιόνυσον μὲν ὑπὸ Περσέως, Ἀθηνᾶν δὲ ὑπὸ Ἀρκάδος, καὶ τὸν Ἥφαιστον ῥιπτόμενον καὶ χωλαίνοντα, οὐ καταγνώσεται τῆς φύσεως, καὶ ἀποστραφήσεται μὲν τοῦ λέγειν αὐτοὺς ἔτι εἶναι θεούς, φθαρτοὺς δὲ καὶ παθητοὺς αὐτοὺς ἀκούων, οὐδὲν ἄλλο ἢ ἀνθρώπους αὐτούς, καὶ ἀνθρώπους ἀσθενεῖς ἐπιγνώσε ται, καὶ μᾶλλον τοὺς τρώσαντας ἢ τοὺς τρωθέντας θαυμάσειεν; ἢ τίς, ἰδὼν τὴν Ἄρεως πρὸς Ἀφροδίτην μοιχείαν, καὶ τὸν Ἡφαίστουκατ' ἀμφοτέρων κατασκευαζόμενον δόλον, καὶ τοὺς ἄλλους λεγο μένους θεοὺς ἐπὶ θέαν τῆς μοιχείας ὑπὸ τοῦ Ἡφαίστου καλουμένους, καὶ αὐτοὺς ἐρχομένους, καὶ ὁρῶντας αὐτῶν τὴν ἀσέλγειαν, οὐκ ἂν γελάσειε καὶ καταγνώσεται τῆς φαυλότητος αὐτῶν; ἢ τίς οὐκ ἂν γελάσειεν ὁρῶν τὴν Ἡρακλέους πρὸς τὴν Ὀμφάλην ἐκ μέθης παραφροσύνην καὶ ἀσωτίαν; Τὰς γὰρ καθ' ἡδονὴν αὐτῶν πράξεις, καὶ τοὺς παραλόγους αὐτῶν ἔρωτας, καὶ τὰς ἐν χρυσῷ καὶ ἀργύρῳ, καὶ χαλκῷ καὶ σιδήρῳ, καὶ λίθοις καὶ ξύλοις θεοπλαστίας, οὐ δεῖ διελέγχειν μετὰ σπουδῆς, τῶν πραγμάτων καὶ ἀφ' ἑαυτῶν ἐχόντων τὸ μύσος, καὶ δι' ἑαυτῶν ἐπιδεικνυμένων τὸ τῆς πλάνης γνώρισμα· ἐφ' οἷς μάλιστα καὶ οἰκτειρήσειεν ἄν τις τοὺς ἀπατωμένους ἐν αὐτοῖς. τῇ γὰρ ἑαυτῶν γυναικὶ μισοῦντες τὸν ἐπιβαίνοντα μοιχόν, τοὺς τῆς μοιχείας διδα σκάλους