1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

4

Οἱ δὲ τῆς οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι, καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι. Μὴ γὰρ δὴ χρῆναι λέγουσιν ὠδῖνά τε καὶ τόκον τὸν ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ Μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται τοῦ τροπὴν οὐκ εἰδότος. Ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς, καὶ ἀκατάσειστον ἔχει τὴν ἐφ' οἷς ἐστι διαμονήν. Φύσις μὲν γὰρ ἡ γενητὴ καὶ χρόνῳ παρενεχθεῖσα πρὸς ὕπαρξιν πάθοι ἂν τὴν ἀλλοίωσιν, καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ χρῆμα κείσεται. Τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχόν, οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι δεῖν. Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ, γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξῃρημένην τε καὶ ὑπερίσχουσαν, ἀμείνων ἔσται καὶ τροπῆς, καὶ ὥσπερ τῷ τῆς ἰδίας φύσεως λόγῳ, παντὸς οἶμαί που τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω κἀν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι' αὐτοῦ γεγονόσιν, ὑπερανεστήξει πάλιν, παθεῖν οὐκ εἰδὼς τὸ πεφυκὸς ἀδικεῖν. Οὐκοῦν, ἐν ἀγαθοῖς μὲν τὸ θεῖον ἀμεταπτώτοις ἐστί, τὰ δέ γε τῆς κτίσεως ἐν ἀλλοιώσει καὶ τροπαῖς καὶ ἀγχίθυρον ἔχοντα τὴν παραφθοράν. Καὶ τοῦτο γινώσκων εὖ μάλα, καὶ ὡς ἄριστα φιλοσόφων, ὁ προφήτης Ἰερεμίας ἀνεφώνει πρὸς Θεὸν ὅτι Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Καθεδεῖται γὰρ ὥσπερ ἐν ἰδίοις θώκοις τὸ θεῖον ἀεί, βασιλεῦον καὶ κατακρατοῦν τῶν ὅλων, καὶ ὑπὸ μηδενὸς τῶν παθῶν τυραννούμενον. Ἡμεῖς δὲ τὴν φύσιν εὐτροχωτάτην τε καὶ εὐπαράφορον κομιδῇ πρὸς ἀλλοίωσιν ἔχοντες καὶ τροπήν, ἀπολλύμεθα τὸν αἰῶνα, τουτέστιν ἐν παντὶ καιρῷ καὶ χρόνῳ φθαρτοί τέ ἐσμεν καὶ τρεπτοί. Οὔτ' οὖν τὸ θεῖον ἐν παρατροπαῖς γένοιτ' ἄν ποτε τῆς ἰδίας ἑδραιότητος ἐξωσθὲν ὑπό του τῶν παθῶν, οὔτ' ἂν ἡ φθαρτή τε καὶ ἀλλοιουμένη φύσις, τουτέστιν ἡ γενητή, καταπλουτήσειεν ἂν οὐσιώδη τὴν ἀτρεψίαν, οὐδ' ἂν ἐπαυχήσειε τοῖς τῆς θείας φύσεως ἀγαθοῖς ὡς ἰδίοις ἡ κτίσις. Ἀκούσεται 684 γὰρ εὐλόγως· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Ὅτι δέ ἐστιν ἄτρεπτος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ Λόγου φύσις, ἀλλοιωτὴ δὲ παντελῶς ἡ γενητή, καταθρήσαι τις ἂν καὶ λίαν εὐκόλως ἀναμελῳδοῦντος ἐν Πνεύματι τοῦ μακαρίου ∆αυείδ· Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν ὅτι μεθεὶς τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ' οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; {Β} Πάνυ μὲν οὖν. {Α} Ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον, ὡς ἔστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν. Εἰ γὰρ αὐτὴ τῆς θεότητος ἡ φύσις, κατά γε τὴν ἐκείνων ἐμβροντησίαν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. Ἀλλ' οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις Γραφαῖς, καὶ προφήτου μὲν λέγοντος· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριήλ, καὶ τὴν ἄνωθεν ψῆφον τῇ Παρθένῳ διερμηνεύοντος· Μὴ φοβοῦ γάρ, ἔφη, Μαριάμ, ὅτι ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ