4
οἴει κατὰ τὸν καιρὸν τοῦ Σταυροῦ σκανδαλίζεσθαι; Τῶν μαθητῶν ὁ μὲν προέδωκεν, οἱ δὲ ἐδραπέτευσαν, ὁ δὲ ἠρνήσατο καὶ πάντων ἀναχωρησάντων ἤγετο μόνος δεδεμένος. Πόσους οἴει πρῶτον ἑωρακότας τὰ σημεῖα αὐτὸν ἐργαζόμενον, νεκροὺς ἐγείροντα, λεπροὺς καθαρίζοντα, δαίμονας ἀπελαύνοντα, ἄρτους πηγάζοντα, τὰ ἄλλα τεράστια ἐργαζόμενον, σκανδαλισθῆναι κατὰ τὸν καιρὸν ἐκεῖνον θεωροῦντας μόνον ἀπαγόμενον καὶ δεδεμένον ὑπὸ εὐτελῶν αὐτὸν στρατιωτῶν περιστοιχιζόμενον καὶ ἱερέων ἰουδαϊκῶν ἑπομένων καὶ θορυβούντων καὶ ταραττόντων καὶ τοὺς ἐχθροὺς μόνον ἐν μέσῳ ἔχοντας ἀπειλημμένον αὐτὸν καὶ τὸν προδότην παρόντα καὶ ἐναβρυνόμενον τέως; Τί δὲ ἡνίκα ἐμαστιγοῦτο; Καὶ γὰρ εἰκὸς παρεῖναι πλῆθος ἄπειρον. Ἑορτὴ γὰρ ἦν περι φανὴς ἡ πάντας συνάγουσα καὶ μητρόπολις ἡ τὸ δρᾶμα τῆς παρανομίας δεξαμένη καὶ ἐν μεσημβρίᾳ μέσῃ. Πόσους τοίνυν οἴει παρεῖναι τότε καὶ σκανδαλίζεσθαι ὁρῶντας αὐτὸν δεδεμένον, μεμαστιγωμένον, αἵματι περιρρεόμενον, ὑπὸ ἡγεμονικοῦ δικαστηρίου ἐξεταζόμενον καὶ οὐδένα τῶν μαθητῶν παρόντα; Τί δὲ ἡνίκα αἱ ποικίλαι ἐκεῖναι καὶ συνεχεῖς καὶ ἐπάλληλοι ἐγίνοντο κατ' αὐτοῦ κωμῳδίαι; Καί ποτε μὲν αὐτὸν ἀκάνθαις ἐστεφάνουν, ποτὲ δὲ χλαμύδα περιετίθεσαν, ποτὲ δὲ κάλαμον ἐνεχείριζον, ποτὲ δὲ πίπτοντες αὐτὸν προσεκύνουν πᾶν εἶδος χλευασίας κινοῦντες καὶ γέλωτος. Πόσους οἴει σκανδαλίζεσθαι; Πόσους θορυβεῖσθαι; Πόσους ταράττεσθαι, ὅτε ἐπὶ κορυφῆς αὐτὸν ἔπαιον καὶ ἔλεγον· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; Καὶ ἦγον καὶ περιῆγον πᾶσαν τὴν ἡμέραν σκώμματα καὶ λοιδορίας καὶ χλευασίαν καὶ γέλωτα ἐν μέσῳ θεάτρῳ ἰουδαϊκῷ. Τί δέ, ὅτε αὐτὸν ἐρράπιζεν ὁ δοῦλος τοῦ ἀρχιερέως; Τί δέ, ὅτε τὰ ἱμάτια αὐτοῦ διεμερίζοντο οἱ στρατιῶται; Ἡνίκα δὲ ἐπὶ τὸν Σταυρὸν ἀνήχθη γυμνὸς ἐπὶ τοῦ νώτου ἔχων τὰς μάστιγας καὶ ἀνεσκολοπίζετο, οὐδὲ γὰρ τότε οἱ ἄγριοι θῆρες ἐμαλάττοντο, ἀλλὰ μανικώτεροι μᾶλλον ἐγίνοντο καὶ τὰ τῆς τραγῳδίας ἐπετείνετο καὶ τὰ τῆς χλευασίας ηὔξετο. Οἱ μὲν ἔλεγον· ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτόν. Οἱ δὲ ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Ἄλλοι δὲ ἔλεγον· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ Σταυροῦ καὶ πιστεύσομέν σοι. Τί δέ, ὅτε τῇ σπογγιᾷ χολὴν καὶ ὄξος ποτίζοντες ἐνεπαροίνουν αὐτόν; Τί δέ, ὅτε οἱ λῃσταὶ ἐλοιδόρουν αὐτῷ; Τί δέ, ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, τὸ φρικτὸν ἐκεῖνο καὶ παρανομώτατον, ὅτε τὸν λῃστὴν ἐκεῖνον καὶ τοιχωρύχον καὶ μυρίων γέμοντα φόνων ἄξιον ἔλεγον ἐξαιτηθῆναι μᾶλλον αὐτοῦ καὶ λαβόντες αἵρεσιν παρὰ τοῦ δικαστοῦ τὸν Βαραββᾶν προετίμησαν οὐ σταυρῶσαι μόνον, ἀλλὰ καὶ πονηρὰν βουλόμενοι τῷ Χριστῷ περιθεῖναι δόξαν; Ἐνόμιζον γὰρ δύνασθαι κατασκευάζειν ἐκ τούτων ὅτι τοῦ λῃστοῦ χείρων ἦν καὶ οὕτω παράνομος, ὥστε μὴ φιλανθρωπίᾳ μήτε ἑορτῆς ἀξιώματι δύνασθαι σῴζεσθαι.
Πάντα γὰρ τούτου ἕνεκεν ἐποίουν, ὥστε αὐτοῦ τὴν ὑπόληψιν διαβαλεῖν. ∆ιὰ δὴ τοῦτο καὶ τοὺς δύο λῃστὰς αὐτῷ συνεσταύρωσαν. Ἀλλ' ἡ ἀλήθεια οὐ μόνον οὐ συνεσκιάζετο, ἀλλὰ καὶ μειζόνως διέλαμπε. Καὶ τυραννίδα δὲ αὐτῷ ἐνεκάλουν λέγοντες· πᾶς ὁ ποιῶν ἑαυτὸν βασιλέα οὐκ ἔστι φίλος τοῦ Καίσαρος, τῷ οὐκ ἔχοντι ποῦ τὴν κεφαλὴν κλῖναι τυραννίδος ἐπάγοντες ἔγκλημα. Καὶ ἐπὶ βλασφημίᾳ δὲ αὐτὸν ἐσυκοφάντουν. Ὁ γὰρ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὑτοῦ λέγων· ἐβλασφήμησε. Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ὁ δὲ θάνατος οἷος; Οὐ καταδίκων; Οὐκ ἐπαράτων; Οὐχ ὁ αἴσχιστος; Οὐχ ὁ τῶν τὰ ἔσχατα παρανενομηκότων καὶ οὐκ ἀξίων ὄντων οὐδὲ ἐπὶ τῆς γῆς τὴν ψυχὴν ἀφεῖναι; Τὸ δὲ τῆς ταφῆς εἶδος οὐκ ἐν χάριτος πληροῦται μέρει; Ἐλθὼν γάρ τις τὸ σῶμα αὐτοῦ ἐξῃτήσατο. Οὕτως οὐδὲ ὁ θάπτων αὐτὸν ἦν τῶν οἰκείων, τῶν εὐεργετηθέντων, τῶν μαθητῶν, τῶν τοσαύτης ἀπολελαυκότων σωτηρίας, πάντων