1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

4

καταδουλοῦταί με τὸν τρισάθλιον, καὶ πᾶν εἶδος κακίας ἐν ἐμοὶ κατεργάζεται, καὶ δι' ἑαυτῆς ἁλίζουσα ἡδὺ σιτίον, τῷ θανάτῳ δίδωσι. ιαʹ. Τί οὖν; ὁ φύσει συμπαθὴς, ὁ τὸ εἶναι δοὺς, καὶ τὸ εὖ εἶναι ἡμῖν χαρισάμενος, παρεῖδε τὸ οἰκεῖον πλάσμα τὸ τιμιώτατον, τὸ προσφιλέστατον, οὕτω δεινῶς τυραννούμενον; Οὐδαμῶς. Ἀλλ' ἀποστολικῶς εἰπεῖν, πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ καὶ ὁμοουσίῳ αὐτοῦ Υἱῷ, ὃν ἐξαπέστειλεν εἰς τὸν κόσμον, ἵνα τὸν πλανώμενον ἄνθρωπον πρὸς τὴν ἀρχαίαν ἐπανάγῃ μακαριότητα. Καὶ, ὢ τῆς πολλῆς ἀγαθότητος! τί γίνεται; Τὰ ἄμικτα μίγνυται· τὰ ὑπὲρ φύσιν ὑφίσταται· ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὁρᾶται νῦν, καὶ ἀκούεται, καὶ λαλεῖται, καὶ πιστεύεται. Τί τοῦτο; Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, Υἱὸς ἀνθρώπου γίνεται, μεσίτης Θεοῦ καὶ ἀνθρώπων· οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἄτρεπτος· οὐδὲ σχηματισάμενος τὸ γενέσθαι ἄνθρωπος. Ἀψευδὴς γὰρ, καὶ δόλος ἅπας, καὶ ἀπάτη παντί που τῆς εὐθείας εὐδοκίας ἀλλοτρία· ἀλλ' ἀληθῶς φύσει γέγονεν ἄνθρωπος, δίχα πάσης τροπῆς καὶ συγχύσεως, ἵν' ἀληθῶς τῇ φύσει τὴν σωτηρίαν χαρίζηται. ιβʹ. Τέλειος τοίνυν ἐστὶ Θεός· ἐν αὐτῷ γὰρ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· τέλειος ἄνθρωπος, ἵν' ὅλον σώσῃ τὸν ἄνθρωπον· τὸ γὰρ ἀπρόσληπτον, ἀθεράπευτον· εἷς καὶ αὐτὸς ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἄνευ τῆς οἱασοῦν συνδιαιρέσεως γνωριζόμενος· καθ' ὑπόστασιν μὲν τῇ ἰδίᾳ σαρκὶ ταυτιζόμενος, φυσικῶς δὲ, τῷ μὲν Πατρὶ καὶ τῷ Πνεύματι οἷα Θεὸς ὁμοούσιος· καὶ ἡμῖν ὡς ἄνθρωπος γεγονὼς συμφυὴς καὶ ὁμόφυλος, πᾶσαν ἐν αὐτῷ τὴν τοῦ πρώτου Ἀδὰμ φέρων οὐσίαν, ἐξ ὧν, καὶ ἐν οἷς καὶ ἅπερ ἐστὶν ἄνθρωπος, σῶμα θνητὸν, καὶ ψυχὴν νοερὰν καὶ ἀθάνατον, λογικὴν, αὐτεξούσιον, θελητικήν τε καὶ ἐνεργητικήν· τὸ γὰρ ἐξ ἑνὸς τού 96.613 των ἁπάντων ἀμοιροῦν ζῶον, οὐκ ἄνθρωπος· ἐξ ἁγίας Παρθένου, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἑαυτῷ συστησάμενος, καὶ ταύτῃ καθ' ὑπόστασιν ἑνωθεὶς, καὶ κυηθεὶς Θεὸς σεσαρκωμένος, εἷς Υἱὸς, καὶ Χριστὸς, καὶ Κύριος, καὶ Θεοτόκον τὴν τεκοῦσαν ἀπεργασάμενος. ιγʹ. Εἰ μὴ γὰρ εἷς καθ' ὑπόστασιν, πῶς ὁ Λόγος σὰρξ ἐγένετο; τοῦτο δηλοῦντος τοῦ ἁγίου Πνεύματος οὐκ εἰς σάρκα τετράφθαι τὸν Λόγον, ἑνωθῆναι δὲ μᾶλλον ἐν σαρκὶ καθ' ὑπόστασιν. Ἢ πῶς ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, φασὶν, ἐξηγήσατο; Ὁ φαινόμενος γὰρ ἄνθρωπος αὐτὸς ἐξηγήσατο· ὃς εἰ μὴ καὶ Θεὸς εἴη, πῶς ἐν τοῖς κόλποις εἶναι τοῦ Πατρὸς πιστευθήσεται; ἢ πῶς, Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ; Οὔπω γὰρ σωματικῶς ἀνεληλύθει εἰς τὸν οὐρανὸν, ὅπου γε καὶ μετὰ τὴν ἀνάστασιν ἔφησεν· Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Ἢ πῶς Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβάς; Κατέβη μὲν γὰρ θεότητι, οὐ τοπικῶς, ἀλλὰ συγκαταβατικῶς· ἀνέβη δὲ σωματικῶς, εἷς ὢν ὁ αὐτὸς Θεός τε καὶ ἄνθρωπος. Ἢ πῶς ὁ λαλῶν καὶ φαινόμενος ἄνθρωπος φησίν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Οὐ γὰρ εὐμήχανον ψιλὸν ἄνθρωπον φάναι τὰς τοιαύτας φωνὰς, εἰ μὴ καὶ Θεὸς εἴη τῷ Πατρὶ ὁμοούσιος. ιδʹ. Εἰ δὲ καὶ μὴ ἐν δυσὶ γνωρίζοιτο φύσεσι, πῶς θνητὸς ἅμα εἴη ὁ αὐτὸς καὶ ἀθάνατος, κτιστός τε καὶ 96.616 ἄκτιστος, ὁρατὸς καὶ ἀόρατος, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος; Ταῦτα γὰρ οὐκ ἂν εἴη μιᾶς φύσεως ἰδιώματα. Οὐ γὰρ ταυτὸν κατὰ φύσιν τὸ κτιστὸν τῷ ἀκτίστῳ, οὐδὲ τὸ θνητὸν τῷ ἀθανάτῳ, οὐδὲ τὸ ὁρατὸν τῷ ἀοράτῳ, οὐδὲ θεότης ἀνθρωπότητι.