4
προβάλλησθε, μηδεμιᾶς τοιαύ της ἀφορμῆς προκειμένης. Ποίοις ὀφθαλμοῖς εἰς οὐρανὸν ἀναβλέψετε; Ποίαις δὲ γλώτταις τὸν ὑβρισθέντα νομοθέτην αἰτήσετε δοῦναι τῷ γάμῳ τὸν τῶν παίδων καρπόν; Ταῦτα καὶ τὰ τούτοις ὅμοια παρ' ὑμῖν αὐτοῖς λογισάμενοι, καὶ ὡς παρὰ πατρὸς τὴν συμβουλὴν δεξάμενοι, παύσασθε μὲν ἐκείνης τῆς πονηρᾶς ἐγχειρήσεως, τῇ φυλακῇ δὲ τῶν νόμων τὸν γάμον τιμήσατε, καὶ ὑμῖν αὐτοῖς σωτηρίαν διὰ τῆς εὐπειθείας, καὶ ἡμῖν εὐθυμίαν τοῖς συμβουλεύσασι πραγματεύσασθε. 9 ΤΟΙΣ ΑΥΤΟΙΣ. Οἱ τὸν πατρῷον κλῆρον διαδεχόμενοι οὐ στέργουσι τοῖς δοθεῖσιν, ἀλλὰ αὔξειν αὐτὰ σπουδάζουσι. Ταύτην δὲ δεῖ τὴν σπουδὴν εἰς τὰ πνευματικὰ μεταθεῖναι, καὶ τὴν προγονικὴν εὐσέβειαν καὶ τὴν περὶ τοὺς πτωχοὺς φιλοτιμίαν μυριοπλασίω ποιεῖν. Ἐγὼ τὴν ὑμετέραν εὐγένειαν παρακαλῶ ἐκεῖνα δοῦναι τῇ παρ' ἡμῖν ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅσα ὁ ὑμέτερος κατα λέλοιπε πάππος, καὶ ἄσβεστον αὐτοῦ φυλάξαι τὴν μνήμην. Τοῦτο δὲ καὶ τοῖς ἄλλοις κτήμασι προξενήσει τὴν εὐλογίαν. Σκοπήσατε δέ, ὡς εἴ τις τὸ ἅπαξ ἀφιερωθὲν Θεῷ καὶ ἀνάθημα γεγενημένον ὑφέλοιτο, ἱεροσυλία τὸ πρᾶγμα σ[α]φ[ῶς], καὶ κατηγόρων οὐ χρῄζει. Ὁμολογοῦσι γὰρ τοῦθ' οὕτως οἱ τολμῶν τες, ὑπὸ τοῦ συνειδότος ἀναγκαζόμενοι. Ὑμᾶς δὲ μὴ γένοιτο τοῦθ' ὑπομεῖναί ποτε, ἀλλ' εἴη τὰς προγονικὰς εὐλογίας διπλασιάζειν, καὶ διπλᾶ ἀνθ' ἁπλῶν προσφέρειν τὰ δῶρα τῷ Θεῷ. 10 ΑΕΡΙΩ ΣΟΦΙΣΤΗ. Ἀδικεῖς, ὦ ἄριστε, μηδ' ὅσον ἄκροις δακτύλοις , τὸ δὴ λεγόμενον, τῆς σῆς ἡμᾶς παιδεύσεως ἀπογεύων, ἀλλὰ περιο ρῶν διψῶντας, καὶ τὰς τῶν λόγων κρύπτων πηγάς· καὶ δέον τοῖς ἀγνοοῦσι προτιθέναι τὰ νάματα, οὐδὲ τοὺς γνωρίμους τούτων ἐᾷς ἀπολαύειν. Καὶ μὴν ὁ πλοῦτος κρυπτόμενος ἄχρησ τός ἐστι τοῖς κεκτημένοις, φαινόμενος δὲ λαμπροὺς τούτους ἀποφαίνει καὶ περιβλέπτους. Φασὶ δὲ καὶ τὰ φρέατα μὴ ἐξαν τλούμενα ἀποκναίειν τοὺς χρωμένους, ἐξαντλούμενα δὲ ἡδίω καὶ καθαρώτερα παρέχειν τὰ νάματα. Ἴδιον δὲ καὶ τῆς τέχνης, ἣν τοῖς νέοις προσφέρεις, οὐχ ἡ Πυθαγόρου σιγή, ἀλλὰ στω μυλία καὶ λόγοι χειμάῤῥου δίκην φερόμενοι. Εἰ δὲ σιγᾷς πρὸς μόνους ἡμᾶς, εἰπὲ καὶ τῆς σιγῆς τὴν αἰτίαν, ἵν' ἐλέγξωμεν οὐ δικαίως σιγῶντα. 11 ΤΙΤΩ ΚΟΜΗΤΙ. Πολλοὺς μὲν ἔχει πολεμίους τὸ δίκαιον· ἡ γὰρ ἀντίπαλος ἀδικία τοὺς οἰκείους ὁπλίζει κατὰ τούτου τροφίμους, ἡττᾶται δὲ ὅμως καὶ πολλοὺς ἔχουσα τοὺς ὑπηκόους, τῶν τῆς δικαιο σύνης ἐραστῶν προθύμως ὑπὲρ αὐτῆς ἀ[θ]λούντων καὶ ῥᾷστα σκεδ[αννύν]των τοὺς ἀντιπάλους. Εἷς δὲ τῶν οὕτω λαμπρῶς ἀγωνιζομένων ὑπάρχεις, ὦ ἄριστε, καὶ τούτου μάρτυρες οἱ τῶν παντοδαπῶν τῆς ἀδικίας μηχανημάτων διὰ τῆς σῆς ἀπαλ λαγέντες ἐπικουρίας. Οὕτως ἀριστεῦσαι καὶ νῦν τὴν μεγαλο πρέπειάν σου παρακαλῶ, καὶ τῷ κυρίῳ Παλλαδίῳ τῷ φιλοσόφῳ ἐπαμῦναι σπουδαίως, ὑπὸ βαρβάρων τινῶν, ὥς φησιν, ἀδικου μένῳ· συκοφαντίαις γὰρ βάλλοντες τὸν εἰς βοήθειαν αὐτῷ δοθέντα στρατιώτην, ἀγώγιμον εἰς ἐκεῖνο τὸ δικαστήριον γενέσθαι παρεσκεύασαν. Ἐνταῦθα τῶν ἀκλινῶν ὑμῶν ζυγῶν καὶ τῆς ἀδεκάστου ψήφου δεόμεθα, ἵνα τὸν μὲν πάσης αἰδοῦς ἀξιώτατον φιλόσοφον τυχεῖν τῶν δικαίων κελεύσητε, τῷ δὲ συκοφαντουμένῳ στρατιώτῃ θάρσος παράσχητε, ὅπως τὰ γεγενημένα διδάξας, ψευδῆ δείξῃ τὴν τολμηθεῖσαν κατηγο ρίαν.