ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ
προαναιρούμενοι. 53 Mt 10, 19-22 Προπαρασκευάζει τοὺς ἀποστόλους ὥστε ἑτοίμους γενέσθαι πρὸς τὰ συμβησόμενα καὶ μὴ θορυβεῖσθαι, ἅμα δὲ καὶ τὴν τοῦ θεοῦ δύναμιν <δεικνὺς> τὴν ἐπικουροῦσαν αὐτοῖς καὶ αὐτοῦ τοῦ κηρύγματος καὶ τὴν τῶν Ἰουδαίων μανίαν τε καὶ ἀπιστίαν μὴ φεισομένων μηδὲ τῶν οἰκειο τάτων. μισούμενοι δὲ ἔσεσθε , φησίν, ὑπὸ πολλῶν· τοῦτο γάρ ἐστιν τὸ ὑπὸ πάντων · καὶ γὰρ πολλοὶ ὑπῆρχον οἱ παραδεχόμενοι αὐτοὺς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ φιλοῦντες. καὶ ὁ μέχρι τέλους ὑπομείνας, οὗτος σωθήσεται , φησίν· ὁ γὰρ ἐν τῇ ἀρχῇ μόνον θαρρήσας καὶ πιστεύσας, μὴ μέντοι γε μέχρι τέλους, οὐκ ἔστιν οὗτος μέτοχος τῶν ἐπηγγελμένων ἀγαθῶν· παντὸς γὰρ πράγματος ἀγαθοῦ τε καὶ φαύλου τὸ τέλος ἐστὶν ἐνδεικτικόν. 55 Mt 10, 29 Εἰ γὰρ καὶ μὴ ταῦτα ἐκ τοῦ θεοῦ, ἀλλ' οὐκ ἄνευ θεοῦ συγχωρήσεως πρός τι χρήσιμον τέλος ἐπιτρέποντος καὶ ταῦτα τῷ ἐργάζεσθαι αὐτὰ προαιρουμένῳ ὥσπερ ἐπὶ τοῦ Ἰὼβ ἔφηνεν. ἰστέον δὲ καὶ τὸ τῶν στρουθίων ἐξ ὑπερβολῆς εἰρημένον, ἅτε μὴ πάνυ τῷ θεῷ διαφερούσης τῆς περὶ ταῦτα προνοίας κατὰ τὸν ἀπόστολον εἰρηκότα «μὴ τῶν βοῶν μέλει τῷ θεῷ »· ἀνθρώπων γὰρ ἕνεκα ταῦτα προνοίας τῷ δεδόσθαι αὐτὰ τοῖς ἀνθρώποις εἰς χρῆσιν, τὸ δὲ ἀσσάριον
εὐωνίας σύμβολον. 56 Mt 10, 32-33 Ὑπερέχει ὡς παρὰ θεοῦ τὸ ἔπαθλον· οὐδὲ γὰρ ἴσον ἐπ' ἀνθρώπων ὁμολογήσαντας ἐπὶ θεοῦ ὁμολογηθῆναι. ἐξ ἀντιστρόφου δὲ ὁ φόβος τοῖς ἀρνουμένοις· μέγα γὰρ καὶ φοβερὸν τὸ ἐπὶ τοῦ πατρὸς τὸν κύριον ἀρνή σασθαι τοὺς δόξαντας εἶναι δούλους ὡς μάτην ἐπιγραψαμένους τὸ ὄνομα. δεῖ δὲ τὸν πιστεύοντα καρδίᾳ καὶ στόματι ὁμολογεῖν. «καρδίᾳ γὰρ πιστεύ εται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν ». 57 Mt 10, 34 Τὸ τῶν ἀπίστων ἀσύμφωνον πρὸς τοὺς πιστοὺς αἴτιον τῆς ἐσομένης ἔσται διαφορᾶς. ἐπεὶ οὖν πρεπῶδες αὐτῶν εἶναι δοκεῖ τὸ εἰρηνοποιόν, διὰ τοῦτό φησιν· μὴ νομίσητε αὐτὸ καὶ ἐπὶ πάντων προσήκειν σῴζεσθαι· τὸ μὲν γὰρ ἐξ ὑμῶν εἰρηνεύειν πρὸς πάντας ὀφείλετε. εἰσὶ δὲ οἱ πρὸς εἰρήνην τὴν ὑμετέραν ἀντιταττόμενοι, ὧν τὴν εἰρήνην ὑμῖν οὐ παρα δεκτέον· μόνη γὰρ ἡ κατὰ θεὸν πρὸς εἰρήνην συμφωνία· τοῦτο γὰρ μάλιστα εἰρήνη. 58 Mt 10, 34 Εἰ οὖν ἡμᾶς δεῖ φιλεῖν τοὺς πιστοὺς διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην, κἂν ἀλλότριοι τυγχάνωσι κατὰ συγγένειαν, δίκαιον ἂν εἴη τοὺς ἀπίστους μισεῖν, κἂν ὦσιν οἰκειότατοι.
59 Mt 11, 2-3 Τινές φασιν, ὅτι οὐδὲ τοῖς ἀποστόλοις ἐξ ἀρχῆς ἡ οἰκονομία πρό δηλος ἦν, ἀλλ' ἐπὶ τῷ τέλει τῶν πραγμάτων γινώσκεται. οὐδὲν οὖν θαυ μαστόν, εἰ καὶ Ἰωάννης ἠγνόει καὶ ὅτι προσεδόκησε μὲν ἥκειν λυτρωτὴν τὸν κύριον, οὐχ ἑώρα δὲ τὴν λύτρωσιν, ἀλλ' ἦν αὐτὸς πρῶτος ἐν δε σμωτηρίῳ . διὰ τοῦτο <διὰ τῶν μαθητῶν εἶπε> μὴ πάντη μὲν ἀπολύειν τὴν ἐλπίδα, διστάζειν δὲ καὶ ὥσπερ ἐπιστηρίζεσθαι βούλεσθαι καὶ διὰ τοῦτο ἐρωτᾶν, εἰ τῷ ὄντι, καθάπερ ᾠήθη μὲν
αὐτός, εἴη παραγεγονὼς ἢ ἕτερος προσδοκητέος . 60 Mt 11, 10-13 Σαφῶς ἐξηγήσατο τὴν Ἰωάννου πρὸς τοὺς ἄλλους διαφοράν, ὅπερ ἦν τὸ εἶναι αὐτὸν ἀκροτελεύτιον νόμου καὶ προφητῶν καὶ συνάπτειν πρὸς τὸ κήρυγμα τῆς βασιλείας τῶν οὐρανῶν, ὃ δὴ καὶ ἑξῆς ταῖς ἡμέραις αὐτοῦ <παραγενέσθαι> ὁ κύριός φησιν. ἐπακολουθεῖ ἕως ἄρτι τὸ κη ρυττόμενον, τοῦτ' ἔστιν ἕως τοῦ διηνεκοῦς· τὸ γὰρ ἕως ἄρτι συμπαρα πεμπτέον τῷ παντὶ χρόνῳ. βίᾳ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν παρα γίνεσθαί φησιν οἷς παραγίνεται, διότι βίας δεῖ πρὸς τὸ κρατῆσαι φύσεως σωματικῆς καὶ πνεύματι συγκραθῆναι, κόσμῳ μὲν ἀποθανόντας, ζῶντας δὲ τῷ θεῷ, ὅπερ οὔπω νόμος ἔχει καὶ προφῆται. 62 Mt 11, 14 Ἠλίαν δὲ λέγει τὸν Ἰωάννην κατὰ τὴν δύναμιν καὶ τὸ
5