5
Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς. {Β} Ἄριστα ἔφης. Ἐπεδράξατο γὰρ ὁ Μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεωςἦ γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσιν, ἀλλ' οὐδὲ τῆς ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραάμ, καθὰ γέγραπται. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. {Α} Τί δέ; Οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν ἄξιον, ὦ Ἑρμεία; {Β} Τὸ ποῖόν τι φής; {Α} Μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶσθαι φράσαντες τῇ θεοπνεύστῳ Γραφῇ, καὶ πνεύμασι πλάνοις τὸν οἰκεῖόν τινες 685 ἀπονέμοντες νοῦν, εἰς τοῦτο καθίκοντο δυσβουλίας καὶ μειρακιώδους ἀβελτηρίας, ὡς οἴεσθαι δεῖν τὸν τῶν αἰώνων δημιουργόν, τὸν συναίδιον τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τῆς ὑπάρξεως τὴν ἀρχήν, καὶ ὀψιγενῆ φαντάζεσθαι τὸν ἐπέκεινα παντὸς αἰῶνος καὶ χρόνου, ὡς ἐν ἐσχάτοις καὶ μόλις τοῖς τῆς ἐνανθρωπήσεως καιροῖς, Πατέρα μὲν γενέσθαι τὸν Θεόν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς Παρθένου ναῷ τὸν δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα. Ἆρ' οὖν οὐχὶ πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω διεληλάκασι τῶν κακῶν, οἱ μῦθον οὕτω τὸν γραώδη καὶ βδελυρὸν προχειρότατα προσηκάμενοι, καὶ τῆς ἀκράτου νωθείας τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν; Τάφος, ἀληθῶς, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει. {Β} Σύμφημι· καὶ γάρ ἐστιν ἀτρεκὴς ὁ τοῦ Ψάλλοντος λόγος. {Α} Ἦ γὰρ οὐχὶ τὸν δι' οὗ τὰ πάντα καὶ προϋφεστάναι τῶν πάντων ἀνάγκη; {Β} Εὖ λέγεις. {Α} Τί δὲ δὴ καὶ δρῷεν ἄν, Ἰωάννου μὲν γράφοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, <καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν>. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Καὶ πάλιν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν, αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος. Ἐπειδὴ γὰρ ἔφασκον· Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ἀντήκουον ἐναργῶς· Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί. Οὗ δὲ τὸ ἦν ἐστιν, ἐπενηνεγμένου μηδενός, καὶ μὴν καὶ τὸ εἰμί τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν; Ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ τῇ παντὸς ἐπέκεινα νοῦ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν; Εἰ μὲν οὖν τις ἕλοιτο τουτοισὶ σχολαιότερον ἀντιφέρεσθαι, χαλεπὸν οὐδὲν τοὺς τῆς θεοπνεύστου Γραφῆς παρακομίζοντας λόγους τὰ ἐκ τῆς ἐκείνων ἐμβροντησίας ἀποκρούεσθαι βλάβη. Τά γε μὴν οὕτως ἐναργῆ νοσοῦντα τὸν ἔλεγχον καὶ πολὺ λίαν ἔχοντα τὸ ἀκαλλές, περιττὸν οἶμαί που καὶ φροντίδος ἀξιοῦν. {Β} Εὖ λέγεις. 686 {Α} Οὐκοῦν ἐπ' ἐκεῖνο ἴωμεν ὅπερ ἐστὶ τῷ κατεγνωσμένῳ συγγενές. Παρασημαίνουσι γάρ τινες τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες, ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας, καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν Μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεοῦ, καὶ ἐν ἀνθρώπῳ κατοικῆσαί φασιν οἱ τάλανες, συνθέντες δὲ οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεόν. Οὐκοῦν, καθὰ καὶ ὁ τοῦ Σωτῆρος ἐπέστειλε μαθητής· Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος