5
σεῖσαι τὸν τῆς εὐσεβείας πύργον, τὰ τῆς ὀλιγωρίας προφέρειν πείθει τὴν γυναῖκα ῥήματα. ΚΕΦ. Γʹ, στ. ηʹ. Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. ∆ιδύμου. Καλῶς δὲ τὸ, Ὁ μέλλων χειρώσασθαι, εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν μυστή ριον, ὡς μήπω τότε γεγονὸς, μέλλον δὲ γενέσθαι. Οὐ γὰρ ἥρμοζε γυμνῇ τῇ θεότητι καταργῆσαι [ἴσ. καταρ γηθῆναι] τὸν κράτος ἔχοντα τοῦ θανάτου διάβολον, ἀλλὰ διὰ τοῦ ναοῦ τοῦ Λόγου [ἴσ. τοῦ Λόγου ἀνθρώ που] γεγενημένου ἐκ σπέρματος τοῦ ἀπατηθέντος ὑπὸ τοῦ διαβόλου. Καύχημα γὰρ ἦν τῷ πονηρῷ, εἰ γυμνῇ τῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρξε. Τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου, ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας, δηλοῖ. ∆ιάβολος γὰρ καὶ ἀντι κείμενος, καὶ πονηρὸς, καὶ λέων, καὶ δράκων, καὶ ὄφις, καὶ θηρίον, καὶ κῆτος, διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος· ὅπερ ἀνα τρεπτικόν ἐστι τοῦ Μανιχαϊκοῦ δόγματος. 39.1132 ΚΕΦ. ∆ʹ, στ. βʹ. Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; ∆ιδύμου. Ἢ τὸ, Πολλάκις σοι λελάληται ἐν κό πῳ; δηλοῖ, ὅτι καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβεροῖς, καὶ παράκλη σιν αὐτοῖς προσήγαγες ἐν κόπῳ, τουτέστιν ἐν ταῖς συμφοραῖς καὶ ταῖς θλίψεσι· νῦν δὲ τὰ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν, ἀλλὰ τὸ τραχύ σου τῶν λόγων καὶ τὸν ἄγαν ἡσυχά ζειν βουλόμενον διανίστησι πρὸς ἀντιλογίαν. Στ. ιʹ. Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυ ρίαμα δὲ δρακόντων ἐσβέσθη. Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν· σκύμνοι δὲ λεόν των ἔλιπον ἀλλήλους. ∆ιδύμου. Λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ τοι χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβου λον, καὶ κατασκευάζει, ὅτι πᾶν τὸ ἄδικον καὶ ὑπερή φανον ἀπόλλυσιν ὁ Θεός. Ἀπόλλυται γοῦν, φησὶν, ὁ ἀνυπόστατος λέων, ὅταν βούληται Θεός· σβέννυται δὲ τὸ ἄγριον φθέγμα τῆς λεαίνης, δι' οὗ ἐκδειματοῖ τῶν θηρίων τὰ ἀσθενέστερα· καὶ οἱ δράκοντες ἐταπεινώ θησαν· ἐξέλιπε δὲ ὁ μυρμηκολέων, μὴ χορηγηθείσης αὐτῷ τροφῆς· καὶ οἱ σκύμνοι τῶν λεόντων ἔλιπον ἀλλήλους, οὐκ εἰς διαδοχὰς παραπέμπονται. Κατὰ μέντοι τὴν ἱστορίαν, ἐπειδὴ εἶπεν Ἐλιφὰζ, ὅτι οἱ σπείροντες τὰ ἄτοπα, ἀπὸ προστάγματος Κυ ρίου ἀπολοῦνται, ἐπήγαγεν, ὅτι καὶ λέων καὶ δρά κων τὸ αὐτὸ πείσεται, Θεοῦ βουλομένου. Ὁ τοίνυν καὶ ἐν τοῖς ἀλόγοις τὴν εὐταξίαν διατηρῶν, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων. Στ. ιζʹ. Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναν τίον τοῦ Κυρίου; ἢ, ἀπὸ τῶν ἔργων αὐτοῦ, ἄμεμ πτος ἀνήρ; ∆ιδύμου. Οὐκ ἂν, φησὶ, τοῦτο εἴποις, ὡς ἁμαρ τημάτων ἐκτὸς ὢν, ταῦτα πέπονθας· ἐπεὶ μηδὲ ἔστιν ἀνθρώπου φύσιν πρὸς τὴν τῶν νόμων ἀκρίβειαν πο λιτεύεσθαι. Ἔστι γὰρ ὅτε μὲν καὶ ἑκουσίοις, πολλά κις δὲ καὶ ἀκουσίοις περιπίπτομεν, διὰ τὴν τῆς φύ σεως ἀσθένειαν. Τοῦτο μέντοι πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. Εἰ γὰρ δι' ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρὸς, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπάρξειεν ἄν. Στ. ηʹ. Κύριον δὲ τὸν πάντων ∆εσπότην ἐπι καλέσομαι, τὸν ποιοῦντα μεγάλα, καὶ ἀνεξιχνία στα, ἔνδοξάτε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ∆ιδύμου. αἰτιασάμενος τοὺς ἄφρονας, καὶ εἰπὼν ἃ εἶπε περὶ αὐτῶν, νῦν προνοητὴν ὁμολογεῖ καὶ δη μιουργὸν τὸν Θεὸν, διὰ τῶν ἐκτιθέντων. Οὐκ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήψεις, ἄνδρα σοφὸν ὄντα τὰ ἀνθρώπινα. Ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάληψιν, περὶ ἀνεξιχνιάστων λέγων, καὶ με γάλων, καὶ ἐνδόξων, ὑετοῦ τε καὶ ὕδατος· ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὸ ἐκ πηγῶν, καὶ χειμάῤ ῥων, καὶ φλεβῶν εἴη ἂν λέγων. Φησὶ τοίνυν, ὅτι Ἐγὼ οὐ δοξάζω, οὐδὲ φρονῶ, ὡς οἱ ἀσεβεῖς, ἀλλάγε πρό νοιαν ἐπιστάμενος, καὶ εἰδὼς τὸν Θεὸν ∆εσπότην 39.1133 πάντων, καὶ καιρῶν, καὶ τόπων, καὶ πραγμάτων, ἐπικαλοῦμαι αὐτὸν, πρέπειν τοῦτο ἡγούμενος, ὃς κατὰ καιροὺς θαυμαστὰ ἐργάζεται, καὶ