5
εἰκότως ἂν ἤρετο ἡ παρθένος, ὁμολογοῦσα μὲν ὅτι ἄνδρα οὐ γινώσκει, μαθοῦσα δὲ ὅτι ἐκ Πνεύματος ἁγίου συλλήψεται, εἰ μὴ ὅτι σαφὴς ἦν ὁ λόγος πρὸς θυγατέρα ∆αβὶδ λεγόμενος· ἔνθεν εἰκότως φησὶν ὁ Λουκᾶς· «Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν ἀπογράψασθαι εἰς πόλιν ∆αβὶδ ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς ∆αβὶδ σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ.» Οὐκέτι γὰρ ἀμφιβόλως ἀναγνωσόμεθα τὴν παροῦσαν λέξιν, ὡς τῆς Μαρίας ἀπογράψασθαι μόνης συνελθούσης, ἀλλ' ὡς καὶ αὐτῆς σὺν τῷ Ἰωσὴφ ἐξ οἴκου καὶ πατριᾶς ∆αβὶδ ὑπαρχούσης, τὰς ἀποδείξεις ἔχοντες τῆς τοιαύτης ἑρμηνείας τοῦ λόγου ἐκ τῶν προαποδεδομένων. ∆εδεῖχθαι τοίνυν σαφῶς ἡγοῦμαι, ὅτι μὴ μάτην ὁ Ἰωσὴφ ἐγενεαλογεῖτο παρὰ τοῖς θαυμασίοις τοῦ Σωτῆρος ἡμῶν ἀποστόλοις, καὶ ὅπως ἡ Μαρία ἐκ σπέρματος οὖσα τοῦ ∆αβὶδ συνίσταται, ὅ τε ἐξ αὐτῆς γεγεννημένος Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ.
Βʹ. ∆ιὰ τί ὁ μὲν ἄνωθεν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος κατάγει τὴν
γενεαλογίαν· ὁ δὲ κάτωθεν ἄνεισι, κοὐκ ἐπὶ τὸν Ἀβραὰμ ἵσταται, ἀλλ' ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν.
αʹ. Τὸ δεύτερον τῶν ὑπὸ σοῦ προταθέντων τοῦτο ἦν· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ
Ἀβραὰμ κατάγει τὴν γενεαλογίαν, ὁ δὲ Λουκᾶς τὴν ἐναντίαν τούτου βαδίσας, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσὴφ, ἀνάγει δὲ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· δέον, εἴγε σύμφωνα καὶ συνωδὰ ἀλλήλοις ἔγραφον, ἢ τὸν Λουκᾶν ἀνιόντα μέχρι τοῦ Ἀβραὰμ στῆναι, ἢ τὸν Ματθαῖον μὴ ἀπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἀπὸ τοῦ Ἀδὰμ, εἰς ὃν κατέληξεν ὁ Λουκᾶς, ἀπάρξασθαι τῆς γενεαλογίας. -Ῥᾳδία δὲ καὶ τούτων ἡ λύσις, καὶ οὐδὲ πολλῆς κατασκευῆς δεομένη, μίαν ἀμφοτέροις ὁδὸν πορευθεῖσιν· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις ἐγκειμένης, τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι, τρίβου· τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν· οὗτος δὲ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, καὶ τῶν θείων συνήθης Γραφῶν· αὐτίκα γοῦν ἐν μὲν τῇ βίβλῳ τῆς Ῥοὺθ ∆αβὶδ ἄνωθεν ἀπὸ τοῦ Ἰούδα γενεαλογεῖται διὰ τούτων· «Καὶ αὗται αἱ γενέσεις 22.893 Φαρὲς ὁ δὲ ἦν Ἰούδα τοῦ ἀρχιφύλου παῖς· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ· καὶ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· καὶἈμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν ∆αβίδ.» Τοῦτον δ' οὖν αὐτὸν τέθειται καὶ ὁ Ματθαῖος τὸν τρόπον.
βʹ. Ἡ δέ γε πρώτη τῶν Βασιλειῶν ἑξῆς διαδεξαμένη τῆς Ῥοὺθ τὴν γραφὴν, ἀπὸ τῶν κάτωθεν ἄνεισιν, ὥσπερ οὖν πεποίηκεν ὁ Λουκᾶς· τὸν γοῦν πατέρα τοῦ Σαμουὴλ τὸν Ἑλκανᾶ γενεαλογοῦσα ὧδέ φησι· «Καὶ ἐγένετο ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σουφεὶρ ἐξ ὄρους Ἐφραΐμ· καὶ ὄνομα αὐτῷ Ἑλκανᾶ, υἱὸς Ἱερεμιὴλ,υἱοῦ Ἐλίου, υἱοῦ Θοοῦ, υἱοῦ Σοῦρ, Ἐφραταῖος.» Ἀλλὰκαὶ ἐν τοῖς Παραλειπομένοις ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τοὺς δευτέρους καθεξῆς πρόεισιν ὁ λόγος, τῇ τοῦ Ματθαίου γραφῇ παραπλησίως, ποτὲ δὲ ἐμφερῶς τῷ Λουκᾷ γενεαλογεῖ· ἄκουσον γοῦν καὶ τῶνδε· «∆αβὶδ, φησὶν, ἦν υἱὸς Σολομῶν, υἱὸς Σολομῶν Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ·» καὶ οὕτω καθεξῆς κάτεισι μέχρι τοῦ Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ὡς ὁ Ματθαῖος. Ὡς δὲ ὁ Λουκᾶς, ἡ αὐτὴ πάλιν ἄνεισι Γραφὴ τὸν Σαμουὴλ γενεαλογοῦσα· φησὶ γοῦν· «Σαμουὴλ υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἡλιὴλ, υἱοῦ Θοοῦ, υἱοῦ Σοὺρ, υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρίουυἱοῦ