1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

5

Κωνσταντίνου διάταγμα πρὸς τοὺς αἱρετικούς. Pin.3.65 Περὶ ἀφαιρέσεως τόπων συνάξεων τῶν αἱρετικῶν. Pin.3.66 Ὅπως βιβλίων ἀθεμίτων παρ' αὐτοῖς εὑρεθέντων πολλοὶ τῶν αἱρετικῶν εἰς τὴν καθολικὴν ἐκκλησίαν ὑπέστρεψαν.

Pin.4.t ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΛΟΓΟΥ ΤΑ ΚΕΦΑΛΑΙΑ Pin.4.1 Ὅπως δωρεαῖς καὶ προκοπαῖς ἀξιωμάτων ἐτίμα τοὺς πλείστους. Pin.4.2 Συγχώρησις τοῦ τετάρτου μέρους τῶν κήνσων. Pin.4.3 Ἐξισώσεις καὶ τῶν βεβαρημένων κήνσων. Pin.4.4 Ὅτι τοῖς ἐν χρηματικαῖς δίκαις ἡττηθεῖσιν αὐτὸς ἐξ οἰκείων ἐχαρίζετο. Pin.4.5 Σκυθῶν ὑποταγὴ διὰ τοῦ σημείου τοῦ σωτῆρος ἡμῶν νικηθέντων. Pin.4.6 Σαυροματῶν ὑποταγὴ προφάσει τῆς τῶν δούλων ἐπαναστάσεως. Pin.4.7 Βαρβάρων διαφόρων πρεσβεῖαι καὶ δωρεαὶ παρ' αὐτοῦ. Pin.4.8 Ὅτι καὶ πρεσβευσαμένῳ τῷ Περσῶν βασιλεῖ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν. Pin.4.8 Ὅτι καὶ πρεσβευσαμένῳ τῷ Περσῶν βασιλεῖ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν. Pin.4.9 Κωνσταντίνου Αὐγούστου πρὸς Σαπώρην τὸν βασιλέα Περσῶν ὁμολογοῦντος εἰς θεὸν καὶ Χριστὸν εὐσεβέστατα. Pin.4.10 Ἔτι κατὰ εἰδώλων καὶ περὶ θεοῦ δοξολογίας. Pin.4.11 Ἔτι κατὰ τυράννων καὶ διωκτῶν καὶ περὶ Οὐαλεριανοῦ τοῦ αἰχμαλωτισθέντος. Pin.4.12 Ὅτι τῶν μὲν διωκτῶν εἶδε τὰς πτώσεις, εὐθυμεῖ δὲ νῦν διὰ τὴν τῶν Χριστιανῶν εἰρήνην. Pin.4.13 Παρακλήσεις ὥστε τοὺς παρ' αὐτῷ Χριστιανοὺς ἀγαπᾶν. Pin.4.14 Ὅπως Χριστιανοῖς μὲν ἦν εἰρήνη σπουδῇ τῶν Κωνσταντίνου προσευχῶν. Pin.4.15 Ὅτι καὶ ἐν νομίσμασι καὶ ἐν εἰκόσιν ὡς εὐχόμενον ἑαυτὸν ἐχάραττεν. Pin.4.16 Ὅτι καὶ τὸ ἐν εἰδωλείοις εἰκόνας αὐτοῦ θεῖναι νόμῳ διεκώλυσεν. Pin.4.17 Ἐν παλατίῳ προσευχαὶ καὶ θείων γραφῶν ἀναγνώσεις. Pin.4.18 Τῆς κυριακῆς τὴν ἡμέραν καὶ παρασκευῆς νομοθεσία τιμᾶν. Pin.4.19 Ὅπως καὶ τοὺς ἐθνικοὺς στρατιώτας ἐν κυριακαῖς εὔχεσθαι προσέταξεν. Pin.4.20 Εὐχῆς ῥήματα στρατιώταις ὑπὸ Κωνσταντίνου δοθείσης. Pin.4.21 Ἐν τοῖς τῶν στρατιωτῶν ὅπλοις σημεῖα τοῦ σταυροῦ τοῦ σωτῆρος. Pin.4.22 Σπουδὴ προσευχῆς καὶ τιμὴ τῆς τοῦ πάσχα ἑορτῆς. Pin.4.23 Ὅπως εἰδωλολατρίαν μὲν ἐκώλυσε, μάρτυρας δὲ καὶ ἑορτὰς ἐτίμα. Pin.4.24 Ὅτι τῶν ἔξω πραγμάτων ὥσπερ ἐπίσκοπον ἑαυτὸν εἶπεν εἶναι. Pin.4.25 Ἔτι περὶ κωλύσεως θυσιῶν καὶ τελετῶν καὶ μονομαχιῶν καὶ τῶν τὸ πρὶν ἀκολάστων τοῦ Νείλου. Pin.4.26 Νόμου τοῦ κατὰ τῶν ἀτέκνων ὄντος διόρθωσις, ἔτι δὲ καὶ τοῦ περὶ διαθηκῶν ὁμοίως διόρθωσις. Pin.4.27 Ὅτι Χριστιανὸν μὲν Ἰουδαίοις μὴ δουλεύειν, τῶν δὲ συνόδων βεβαίους εἶναι τοὺς ὅρους ἐνομοθέτει καὶ λοιπά. Pin.4.28 Ἐκκλησίαις δωρεαὶ παρθένοις τε καὶ πένησι διαδόσεις. Pin.4.29 Λογογραφίαι καὶ ἐπιδείξεις ὑπὸ Κωνσταντίνου. Pin.4.30 Ὅτι τῶν πλεονεκτῶν ἑνὶ μνημείου μέτρον ὑπέδειξε πρὸς δυσώπησιν. Pin.4.31 Ὅτι διὰ τὴν πλείονα φιλανθρωπίαν ἐχλευάζετο. Pin.4.32 Περὶ συγγράμματος Κωνσταντίνου, ὃ πρὸς τὸν τῶν ἁγίων σύλλογον ἔγραψεν. Pin.4.33 Ὅπως τῶν Εὐσεβίου περὶ τοῦ μνήματος τοῦ σωτῆρος ἐπιδείξεων ἑστὼς ἤκουσεν. Pin.4.34 Ὅτι περὶ τοῦ πάσχα καὶ θείων βιβλίων πρὸς Εὐσέβιον ἔγραψεν. Pin.4.35 Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν τοῦ πάσχα λόγον ἐπαινοῦντος. Pin.4.36 Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ κατασκευῆς βιβλίων θείων. Pin.4.37 Ὅπως αἱ βίβλοι κατεσκευάσθησαν. Pin.4.38 Ὅπως τὸ Γαζαίων ἐμπόριον διὰ τὸν χριστιανισμὸν ἐπολίσθη καὶ Κωνστάντια προσηγορεύθη. Pin.4.39 Ὅτι ἐπὶ τῆς Φοινίκης ἐπολίσθη μέν τις, ἐν δὲ ταῖς ἄλλαις πόλεσιν εἰδωλείων μὲν ἦν καθαίρεσις ἐκκλησιῶν δὲ κατασκευαί. Pin.4.40 Ὅτι ἐν τρισὶ δεκαετηρίσι τρεῖς υἱοὺς βασιλέας ἀναγορεύσας, τὰ ἐγκαίνια τοῦ ἐν Ἱεροσολύμοις μαρτυρίου ἀγαγεῖν προὔθετο. Pin.4.41 Ὅτι διὰ τὰ κατ' Αἴγυπτον ζητήματα σύνοδον εἰς Τύρον ἐν τῷ μεταξὺ γενέσθαι προσέταξεν. Pin.4.42 Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον. Pin.4.43 Ἐγκαινίων τῶν ἐν Ἱεροσολύμοις