1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

30

ἁμαρτηθεῖσι γένοιτο. 2.38.1 ἐροῦσι μὲν γὰρ ἴσως ἀντ' ἀπολογίας προϊσχόμενοι οἱ τῶν τοιούτων οὐσιῶν καταστάντες δεσπόται, εἴ γε τοῦτο κρατεῖν ἐπ' αὐτῶν ἄξιον ἢ δυνατὸν τὸ πρόσρημα, ὡς οὐκ ἦν οἷόν τε ἀποθέσθαι τὸ τηνικαῦτα, ἡνίκα πολύτροπος ἁπάντων τῶν δεινῶν ἦν θέα, ὠμῶς ἀπελαυνόμενοι, ἀφειδῶς ἀπολλύμενοι, ἀμελῶς ἐρριμμένοι, δημεύσεις τῶν οὐδὲν αἰτίων συχναί, διώξεις ἀκόρεστοι, τῶν ὄντων διαπράσεις· εἰ δὲ τοῖς τοιούτοις διισχυρίζοιντο λόγοις τινὲς καὶ ταῖς ἀπλήστοις ἐπιμένοιεν προαιρέσεσιν, οὐκ ἀτιμώρητον ἑαυτοῖς τὸ τοιοῦτον αἰσθήσονται, καὶ μάλιστα ὁπότε οὕτω τὰ παρ' ἡμῶν τῷ μεγίστῳ διακονεῖται θεῷ. ὅσα πρότερον ἡ ὀλέθριος ἀνάγκη συνηνάγκαζε λαμβάνειν, νῦν κατέχειν ἐπισφαλὲς ὑπάρχει· ἄλλως τε παντὶ τρόπῳ τὰς ἀπληστίας λογισμοῖς καὶ παραδείγμασιν ἐλαττοῦν ἀναγκαῖον. Οὐδὲ τὸ ταμιεῖον, εἴ τι κατέχοι τῶν προειρημένων, βεβαίως κατέχειν συγχωρηθήσεται, ἀλλ' οἷον οὐδὲ ἀντιφθέγξασθαι πρὸς τὰς ἱερὰς ἐκκλησίας τολμῆσαν, ὧν ἐπὶ χρόνον οὐ δικαίως κατέσχεν, τούτων ἐκστήσεται δικαίως ταῖς ἐκκλησίαις *** ἅπαντα δ' ὅσα ταῖς ἐκκλησίαις προσήκειν ὀρθῶς ἂν φανείη, εἴτε οἰκίαι τὸ κτῆμα τυγχάνοιεν εἴτε ἀγροί τινες καὶ κῆποι εἴτε ὁποῖα δή ποτε ἕτερά τινα, οὐδενὸς τῶν εἰς τὴν δεσποτείαν ἐλαττουμένου δικαίου ἀλλ' ἀκεραίων πάντων μενόντων, ἀποκαθίστασθαι προστάττομεν. Καὶ μὴν καὶ τοὺς τόπους αὐτούς, οἳ τοῖς σώμασι τῶν μαρτύρων τετίμηνται καὶ τῆς ἀναχωρήσεως τῆς ἐνδόξου ὑπομνήματα καθεστᾶσιν, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ ταῖς ἐκκλησίαις προσήκειν, ἢ οὐχὶ καὶ προστάξειεν ἄν; ἡνίκα μήτε δῶρον ἄμεινον μήτε κάματος χαριέστερος καὶ πολλὴν ἔχων τὴν ὠφέλειαν ἕτερος ἂν γένοιτο, ἢ τοῦ θείου προτρέποντος νεύματος τὴν περὶ τῶν τοιούτων ποιεῖσθαι σπουδήν, καὶ ἃ μετὰ πονηρῶν ἐξῃρέθη προφάσεων τῶν ἀδίκων καὶ μοχθηροτάτων ἀνδρῶν, ἀποκατασταθέντα δικαίως ταῖς εὐαγέσιν αὖθις ἐκκλησίαις ἀποσωθῆναι. Ἐπειδὴ δὲ ὁλοκλήρου προνοίας ἂν εἴη μηδὲ τούτους σιωπῇ παρελθεῖν, ὅσοιπερ ἢ ὠνῆς δικαίῳ ἐπρίαντό τι παρὰ τοῦ ταμιείου ἢ κατὰ δωρεὰν κατέσχον συγχωρηθέν, μάτην καὶ ἐπὶ τὰ τοιαῦτα τὰς ἀπλήστους ἐπιθυμίας ἐκτείνοντες, γινωσκέτωσαν, ὡς οἱ τοιοῦτοι, εἰ καὶ ὅτι μάλιστα οἷς ἐτόλμησαν πρίασθαι ἀλλοτρίαν τὴν παρ' ἡμῶν εἰς αὐτοὺς ἐπειράθησαν καταστῆσαι φιλανθρωπίαν, ὅμως ταύτης εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον οὐκ ἀτυχήσουσιν. ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἀνήχθω. Ἐπειδὴ δὲ ἀποδείξεσιν ἐναργεστάταις καὶ σαφεστάταις ἐξεφάνη ἀρετῇ τε τοῦ πάντα δυνατοῦ θεοῦ καὶ παραινέσεσιν ἅμα καὶ βοηθείαις, ἃς ὑπὲρ ἐμοῦ συχνὰς ἀξιοῖ ποιεῖσθαι, τὴν πρότερον κατέχουσαν πάντα τὰ ἀνθρώπεια δυσχέρειαν ἐκ πάσης ἐληλάσθαι τῆς ὑφ' ἡλίῳ, οἱ καθ' ἕνα τε καὶ σύμπαντες ἐσπουδασμέναις καθορᾶτε φροντίσιν, τίς ἐκείνη καθέστηκεν ἐξουσία, τίς χάρις, ἣ τῶν μὲν πονηροτάτων καὶ μοχθηροτάτων τὸ ὡς εἰπεῖν σπέρμα ἠφάνισέν τε καὶ διέφθειρεν, τῶν δὲ ἀγαθῶν τὴν εὐφροσύνην ἀνακληθεῖσαν ἐπὶ πάσας ἐκτείνει τὰς χώρας ἀφθόνως, καὶ αὖθις αὐτόν τε τὸν θεῖον νόμον τὰ εἰκότα μετὰ παντὸς σεβάσματος θεραπεύεσθαι, τούς τε τούτῳ σφᾶς αὐτοὺς καθιερώσαντας τὰ προσήκοντα σέβειν, ἐξουσίαν δίδωσιν ἅπασαν. οἳ καθάπερ ἔκ τινος σκότους βαθυτάτου ἀνακύψαντες καὶ λαμπρὰν τῶν πραγμάτων λαβόντες γνῶσιν, θεραπείαν τε τὴν προσήκουσαν τοῦ λοιποῦ περὶ αὐτὸν καὶ τιμὴν σύμφωνον ἐπιδείξονται. Προτεθήτω ἐν τοῖς ἡμετέροις ἀνατολικοῖς μέρεσιν. Τὸ μὲν δὴ πρῶτον ὡς ἡμᾶς καταπεμφθὲν βασιλέως γράμμα ταῦτα διετάττετο. αὐτίκα δὲ δι' ἔργων ἐχώρει τὰ πρὸς τοῦ νόμου διηγορευμένα, καὶ πάντ' ἐπράττετο τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμότητος τετολμημένοις, ἀπήλαυόν τε βασιλικῶν δωρεῶν οἷς ταῦτα νενομοθέτητο. Μεταβὰς δ' ἐκ τούτων βασιλεὺς πραγμάτων ἐνεργῶν ἥπτετο. καὶ πρῶτα μὲν τοῖς κατ' ἐπαρχίας διῃρημένοις ἔθνεσιν ἡγεμόνας κατέπεμπε, τῇ σωτηρίῳ πίστει καθωσιωμένους τοὺς πλείους, ὅσοι δ' ἑλληνίζειν ἐδόκουν, τούτοις θύειν ἀπείρητο. ὁ δ' αὐτὸς ἦν νόμος καὶ ἐπὶ τῶν ὑπερκειμένων τὰς