1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

33

ἔδειξας καὶ τὴν ἐμὴν πίστιν βεβαιοτέραν εἰργάσω. ἐπείγομαι γοῦν καὶ τοὺς ὤμους αὐτὸς ὑποσχὼν τοὺς ἐμοὺς τὸν ἁγιώτατόν σου οἶκον ἀνανεώσασθαι, ὃν οἱ μυσαροὶ ἐκεῖνοι καὶ ἀσεβέστατοι τῷ ἀτοπήματι τῆς καθαιρέσεως ἐλυμήναντο. 2.56.1 Εἰρηνεύειν σου τὸν λαὸν καὶ ἀστασίαστον μένειν ἐπιθυμῶ ὑπὲρ τοῦ κοινοῦ τῆς οἰκουμένης καὶ τοῦ πάντων ἀνθρώπων χρησίμου. ὁμοίαν τοῖς πιστεύουσιν οἱ πλανώμενοι χαίροντες λαμβανέτωσαν εἰρήνης τε καὶ ἡσυχίας ἀπόλαυσιν. αὕτη γὰρ ἡ τῆς κοινωνίας γλυκύτης κἀκείνους ἐπανορθώσασθαι καὶ πρὸς τὴν εὐθεῖαν ἀγαγεῖν ὁδὸν ἰσχύσει. μηδεὶς τὸν ἕτερον παρενοχλείτω· ἕκαστος ὅπερ ἡ ψυχὴ βούλεται κατεχέτω, τούτῳ 2.56.2 κατακεχρήσθω. τοὺς δ' εὖ φρονοῦντας πεπεῖσθαι χρή, ὡς οὗτοι μόνοι ἁγίως καὶ καθαρῶς βιώσονται, οὓς αὐτὸς καλεῖς ἐπαναπαύεσθαι τοῖς σοῖς ἁγίοις νόμοις. οἱ δ' ἑαυτοὺς ἀφέλκοντες ἐχόντων βουλόμενοι τὰ τῆς ψευδολογίας τεμένη· ἡμεῖς ἔχομεν τὸν φαιδρότατον τῆς σῆς ἀληθείας οἶκον, ὅνπερ κατὰ φύσιν δέδωκας. τοῦτο κἀκείνοις εὐχόμεθα, ἵνα δηλαδὴ 2.57.1 διὰ τῆς κοινῆς ὁμονοίας καὶ αὐτοὶ τὴν θυμηδίαν ἀποφέρωνται. οὐδὲ γάρ ἐστι καινὸν οὐδέ τι νεώτερον τὸ καθ' ἡμᾶς, ἀλλ' ἐξ οὗπερ τὴν τῶν ὅλων διακόσμησιν παγίως γεγενῆσθαι πεπιστεύκαμεν, μετὰ τοῦ πρέποντός σοι σεβάσματος τοῦτο παρεκελεύσω, ἐσφάλη δὲ τὸ ἀνθρώπινον γένος πλάναις παντοίαις παρηγμένον· ἀλλὰ σύ γε διὰ τοῦ σοῦ υἱοῦ, ἵνα μὴ τὸ κακὸν ἐπὶ πλέον ἐπιβρίσῃ, καθαρὸν φῶς ἀνασχὼν ὑπέμνησας περὶ σεαυτοῦ τοὺς πάντας. Αἱ σαὶ πράξεις ταῦτα πιστοῦνται· τὸ σὸν κράτος ἀθῴους ἡμᾶς καὶ πιστοὺς ἐργάζεται, ἥλιος καὶ σελήνη ἔννομον ἔχουσι τὴν πορείαν, οὐδὲ τὰ ἄστρα ἄτακτον ἔχει τὴν τοῦ κοσμικοῦ κύκλου περιφοράν· αἱ τῶν καιρῶν ἀμοιβαὶ νομίμως ἀνακυκλοῦνται, ἡ τῆς γῆς ἑδραία στάσις τῷ σῷ λόγῳ συνέστηκε, καὶ τὸ πνεῦμα κατὰ τὸν ἐπιταχθέντα θεσμὸν ποιεῖται τὴν κίνησιν, ἥ τε τῶν ὑδάτων φορὰ θέουσα πρόεισιν ἀπλέτου ῥεύματος μέτρῳ, ἡ θάλασσα ὅροις ἐμπεριέχεται πεπηγόσι, καὶ ὅ τι ἂν τῇ γῇ καὶ τῷ ὠκεανῷ συμπαρεκτείνηται, τοῦτο πᾶν θαυμασταῖς τισι 2.58.2 καὶ χρησίμοις τεχνάζεται πολυτελείαις. ὅπερ εἰ μὴ κατὰ κρίσιν τῆς σῆς βουλήσεως ἐπράττετο, ἀναμφιβόλως ἂν ἡ τοσαύτη διαφορὰ καὶ ἡ πολλὴ τῆς ἐξουσίας διάκρισις παντὶ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐλυμήνατο. οἱ γὰρ πρὸς ἑαυτοὺς μαχεσθέντες χαλεπώτερον ἂν τὸ ἀνθρώπινον κατέβλαψαν γένος· ὅπερ καὶ μὴ ὁρώμενοι πράττουσιν. 2.59.1 Ἀλλὰ χάρις σοι πλείστη, δέσποτα τῶν ἁπάντων, μέγιστε θεέ· ὅσον γὰρ διαφόροις σπουδάσμασιν ἡ ἀνθρωπότης γνωρίζεται, τοσούτῳ μᾶλλον τοῖς ὀρθότερον φρονοῦσι καὶ γνησίας ἐπιμελομένοις ἀρετῆς τὰ τοῦ θείου λόγου μαθήματα συνίσταται. πλὴν ὅστις αὐτὸν θεραπεύεσθαι κωλύει, ἄλλῳ τοῦτο μὴ λογιζέσθω· ἡ γὰρ ἰατρικὴ τῶν ἰαμάτων προκαθέζεται ἅπασιν εἰς τοὐμφανὲς προκειμένη. μόνον μή τις καταβλαπτέτω τοῦθ', ὅπερ ἄχραντον εἶναι τὰ πράγματα παρεγγυᾷ. χρησώμεθα τοίνυν ἅπαντες ἄνθρωποι τῇ τοῦ δοθέντος ἀγαθοῦ συγκληρίᾳ, τουτέστι τῷ τῆς εἰρήνης καλῷ, χωρίζοντες δηλαδὴ τὴν συνείδησιν ἀπὸ παντὸς ἐναντίου. πλὴν ἕκαστος ὅπερ πείσας ἑαυτὸν ἀναδέδεκται, τούτῳ τὸν ἕτερον μὴ καταβλαπτέτω· ὅπερ θάτερος εἶδέν τε καὶ ἐνενόησεν, τούτῳ τὸν πλησίον εἰ μὲν γενέσθαι δυνατὸν ὠφελείτω, εἰ δ' ἀδύνατον παραπεμπέσθω. ἄλλο γάρ ἐστι τὸν ὑπὲρ ἀθανασίας ἆθλον ἑκουσίως ἐπαναι2.60.2 ρεῖσθαι, ἄλλο τὸ μετὰ τιμωρίας ἐπαναγκάζειν. ταῦτα εἶπον, ταῦτα διεξῆλθον μακρότερον ἢ ὁ τῆς ἐμῆς ἐπιεικείας ἀπαιτεῖ σκοπός, ἐπειδὴ τὴν τῆς ἀληθείας ἀποκρύψασθαι πίστιν οὐκ ἐβουλόμην, μάλισθ' ὅτι τινὲς ὡς ἀκούω φασὶ τῶν ναῶν περιῃρῆσθαι τὰ ἔθη καὶ τοῦ σκότους τὴν ἐξουσίαν· ὅπερ συνεβούλευσα ἂν πᾶσιν ἀνθρώποις, εἰ μὴ τῆς μοχθηρᾶς πλάνης ἡ βίαιος ἐπανάστασις ἐπὶ βλάβῃ τῆς κοινῆς σωτηρίας ἀμέτρως ταῖς ἐνίων ψυχαῖς ἐμπεπήγει. 2.61.1 Τοιαῦτα βασιλεὺς ὡσανεὶ θεοῦ μεγαλοφωνότατος κήρυξ τοῖς ἐπαρχιώταις ἅπασι δι' οἰκείου προσεφώνει γράμματος, δαιμονικῆς μὲν ἀπείργων τοὺς 2.61.2 ἀρχομένους πλάνης, τὴν δ' ἀληθῆ μετιέναι θεοσέβειαν ἐγκελευόμενος.