1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

66

ἀγαθῶν ἠξιωμένοι ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἑορτὴν ἐτιμῶμεν, τοτὲ μὲν διὰ γράμματος τῶν βασιλεῖ πεφιλοσοφημένων τὰς ἐκφράσεις ἑρμηνεύοντες ποιούμενοι, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικὰς ποιούμενοι ἑρμηνεύοντες θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἑορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο. 4.46.1 Οἷος δ' ὁ τοῦ σωτῆρος νεώς, οἷον τὸ σωτήριον ἄντρον, οἷαί τε αἱ βασιλέως φιλοκαλίαι ἀναθημάτων τε πλήθη ἐν χρυσῷ τε καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις πεποιημένων, κατὰ δύναμιν ἐν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν· ὃν δὴ λόγον κατὰ καιρὸν μετὰ τὴν παροῦσαν τῆς γραφῆς ὑπόθεσιν ἐκθησόμεθα, ὁμοῦ καὶ τὸν τριακονταετηρικὸν αὐτῷ συζευγνύντες, ὃν σμικρὸν ὕστερον, ἐπὶ τῆς βασιλέως ἐπωνύμου πόλεως τὴν πορείαν στειλάμενοι, εἰς ἐπήκοον αὐτοῦ βασιλέως διήλθομεν, τοῦτο δεύτερον ἐν αὐτοῖς βασιλείοις τὸν ἐπὶ πάντων βασιλέα θεὸν δοξάσαντες, οὗ δὴ κατακροώμενος ὁ τῷ θεῷ φίλος γαννυμένῳ ἐῴκει. τοῦτο δ' οὖν αὐτὸ μετὰ τὴν ἀκρόασιν ἐξέφηνε, συμποσιάζων μὲν παροῦσι τοῖς ἐπισκόποις παντοίᾳ τ' αὐτοὺς τιμῇ φιλοφρονούμενος. Ταύτην μεγίστην ὧν ἴσμεν σύνοδον δευτέραν συνεκρότει βασιλεὺς ἐν τοῖς Ἱεροσολύμοις μετὰ τὴν πρώτην ἐκείνην, ἣν ἐπὶ τῆς Βιθυνῶν διαφανῶς πεποίητο πόλεως. ἀλλ' ἡ μὲν ἐπινίκιος ἦν, ἐν εἰκοσαετηρίδι τῆς βασιλείας τὴν κατ' ἐχθρῶν καὶ πολεμίων εὐχὴν ἐπ' αὐτῆς Νικαίας ἐκτελοῦσα, ἡ δὲ τῆς τρίτης δεκάδος τὴν περίοδον ἐκόσμει, τῷ πάντων ἀγαθῶν δοτῆρι θεῷ ἀμφὶ τὸ μνῆμα τὸ σωτήριον εἰρήνης ἀνάθημα τὸ μαρτύριον βασιλέως ἀφιεροῦντος. Καὶ δὴ τούτων βασιλεῖ συντελουμένων, ἀνὰ στόμα τε πάντων ἀνυμνουμένης αὐτοῦ τῆς κατὰ θεὸν ἀρετῆς, τῶν τοῦ θεοῦ λειτουργῶν τις ἀποτολμήσας εἰς αὐτοῦ πρόσωπον μακάριον αὐτὸν ἀπέφαινεν, ὅτι δὴ κἀν τῷ παρόντι βίῳ τῆς κατὰ πάντων αὐτοκρατορικῆς βασιλείας ἠξιωμένος εἴη κἀν τῷ μέλλοντι συμβασιλεύειν μέλλοι τῷ υἱῷ τοῦ θεοῦ. ὁ δὲ ἀπεχθῶς τῆς φωνῆς ἐπακούσας μὴ τοιαῦτα τολμᾶν παρῄνει φθέγγεσθαι, μᾶλλον δὲ δι' εὐχῆς αἰτεῖσθαι αὐτῷ κἀν τῷ παρόντι κἀν τῷ μέλλοντι τῆς τοῦ θεοῦ δουλείας ἀξίῳ φανῆναι. Ἐπειδὴ δὲ καὶ ὁ τριακονταέτης αὐτῷ τῆς βασιλείας διεπεραίνετο χρόνος, τῷ δευτέρῳ τῶν παίδων συνετέλει γάμους, πάλαι ταὐτὸ κἀπὶ τοῦ πρεσβυτέρου τὴν ἡλικίαν διαπραξάμενος. θαλίαι δὴ καὶ ἑστιάσεις ἤγοντο, νυμφοστολοῦντος αὐτοῦ βασιλέως τὸν παῖδα ἑστιῶντός τε λαμπρῶς καὶ συμποσιάζοντος ὧδε μὲν ἀνδρῶν θιάσοις, γυναικῶν δ' ἀφωρισμένοις ἀλλαχόθι χοροῖς, διαδόσεις τε πλούσιαι χαρισμάτων δήμοις ἅμα καὶ πόλεσιν ἐδωροῦντο. Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ' ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῷά τε τῶν παρ' ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δηλοῦντες αὐτοῦ κράτησιν, καὶ ὡς οἱ τῆς Ἰνδῶν χώρας καθηγεμόνες εἰκόνων γραφαῖς ἀνδριάντων τ' αὐτὸν ἀναθήμασι τιμῶντες αὐτοκράτορα καὶ βασιλέα γνωρίζειν ὡμολόγουν. ἀρχομένῳ μὲν οὖν τῆς βασιλείας αὐτῷ οἱ πρὸς ἥλιον δύοντα ἐν Ὠκεανῷ Βρεττανοὶ πρῶτοι καθυπετάττοντο, νῦν δ' Ἰνδῶν οἱ τὴν πρὸς ἀνίσχοντα ἥλιον λαχόντες. Ὡς οὖν ἑκατέρων τῶν ἄκρων τῆς ὅλης οἰκουμένης ἐκράτει, τὴν σύμπασαν τῆς βασιλείας ἀρχὴν τρισὶ τοῖς αὐτοῦ διῄρει παισίν, οἷά τινα πατρῴαν οὐσίαν τοῖς αὐτοῦ κληροδοτῶν φιλτάτοις. τὴν μὲν οὖν παππῴαν λῆξιν τῷ μείζονι, τὴν δὲ τῆς ἑῴας ἀρχὴν τῷ δευτέρῳ, τὴν δὲ τούτων μέσην τῷ τρίτῳ διένεμε. 4.51.2 Κλῆρον δ' ἀγαθὸν καὶ ψυχῆς σωτήριον τοῖς αὐτοῖς ποριζόμενος τὰ θεοσεβείας αὐτοῖς ἐνίει σπέρματα, θείοις μὲν προσάγων μαθήμασι, διδασκάλους δ' ἐφιστὰς εὐσεβείᾳ δεδοκιμασμένους ἄνδρας, καὶ τῶν ἔξωθεν δὲ λόγων καθηγητὰς ἑτέρους εἰς ἄκρον ἥκοντας παιδεύσεως τοῖς αὐτοῖς ἐφίστη· ἄλλοι πολεμικῶν αὐτοῖς ἐξῆρχον μαθημάτων, ἕτεροι τῶν πολιτικῶν ἐπιγνώμονας 4.51.3 αὐτοὺς καθίστων, οἱ δὲ νόμων ἐμπείρους αὐτοὺς