1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

56

φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι, ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ' ἀπειρημένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντ' ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ 3.66.2 κρείττονος ἐλπίδα. τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν ἐπιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν 3.66.3 αὐτάρκη διάπειραν τῷ πλήθει τῶν εἰσαγομένων κατέλεγον. ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν σχισματικῶν αἰτίᾳ διεστῶτας ἀμελλήτως εἰσεδέχοντο. οἱ δ' ἀγεληδὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοῦτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπε, μηδαμοῦ γῆς αἱρετικοῦ συστήματος μηδὲ σχισματικοῦ λειπομένου. καὶ τούτου δὲ μόνου τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο. 4.t.1 ΛΟΓΟΣ ∆ 4.1.1 Τοσαῦτα πράττων βασιλεὺς ἐπ' οἰκοδομῇ καὶ εὐδοξίᾳ τῆς ἐκκλησίας τοῦ θεοῦ, πάντα τε πρὸς εὔφημον ἀκοὴν τῆς τοῦ σωτῆρος διδασκαλίας ἐκτελῶν, οὐδὲ τῶν ἐκτὸς κατωλιγώρει πραγμάτων, κἀν τούτοις δ' ἐπαλλήλους καὶ συνεχεῖς ὁμοῦ πᾶσι τοῖς κατ' ἔθνος οἰκοῦσι παντοίας διετέλει παρέχων εὐεργεσίας, ὧδε μὲν κοινὴν πρὸς ἅπαντας ἐνδεικνύμενος πατρικὴν κηδεμονίαν, ὧδε δὲ τῶν αὐτῷ γνωριζομένων ἕκαστον διαφόροις τιμῶν ἀξιώμασι, πάντα τε τοῖς πᾶσι μεγαλοψύχῳ διανοίᾳ δωρούμενος, οὐδ' ἦν σκοποῦ διαμαρτεῖν τὸν παρὰ βασιλέως χάριν αἰτοῦντα, οὐδέ τις ἐλπίσας ἀγαθῶν τυχεῖν τοῦ 4.1.2 προσδοκηθέντος ἠστόχησεν, ἀλλ' οἱ μὲν χρημάτων, οἱ δὲ κτημάτων περιουσίας ἐτύγχανον, ἄλλοι ὑπαρχικῶν ἀξιωμάτων, οἱ δὲ συγκλήτου τιμῆς, οἱ δὲ τῆς τῶν ὑπάτων, πλείους δ' ἡγεμόνες ἐχρημάτιζον, κομήτων δ' οἱ μὲν πρώτου τάγματος ἠξιοῦντο, οἱ δὲ δευτέρου, οἱ δὲ τρίτου, διασημοτάτων θ' ὡσαύτως καὶ ἑτέρων πλείστων ἄλλων ἀξιωμάτων μυρίοι ἄλλοι μετεῖχον· εἰς γὰρ τὸ πλείονας τιμᾶν διαφόρους ἐπενόει βασιλεὺς ἀξίας. 4.2.1 Ὅπως δὲ καὶ τὸ κοινὸν τῶν ἀνθρώπων εὐθυμεῖσθαι παρεσκεύαζε, σκοπήσειεν ἄν τις ἐξ ἑνὸς βιωφελοῦς καὶ διὰ πάντων ἐλθόντος εἰσέτι νῦν γνωριζομένου παραδείγματος. τῶν κατ' ἔτος εἰσφορῶν τῶν ὑπὲρ τῆς χώρας συντελουμένων τὴν τετάρτην ἀφελὼν μοῖραν, τοῖς τῶν ἀγρῶν δεσπόταις ἐδωρεῖτο ταύτην, ὡς τῷ λογιζομένῳ τὴν κατ' ἔτος ἀφαίρεσιν διὰ τεττάρων συμβαίνειν ἐνιαυτῶν ἀνεισφόρους γίγνεσθαι τοὺς τῶν ἀγρῶν κτήτορας. ὃ δὴ νόμῳ κυρωθὲν κρατῆσάν τε καὶ εἰς τὸν μετέπειτα χρόνον οὐ τοῖς παροῦσι μόνοις, καὶ παισὶν αὐτῶν διαδόχοις τε τοῖς τούτων ἄληστον καὶ διαιωνίζουσαν παρεῖχε τὴν βασιλέως χάριν. ἐπεὶ δ' ἕτεροι τὰς τῶν πρότερον κρατούντων τῆς γῆς καταμετρήσεις κατεμέμφοντο, βεβαρῆσθαι σφῶν τὴν χώραν καταιτιώμενοι, πάλιν κἀνταῦθα θεσμῷ δικαιοσύνης ἄνδρας ἐξισωτὰς κατέπεμπε τοὺς τὸ ἀζήμιον τοῖς δεηθεῖσι παρέξοντας. ἄλλοις δικάσας βασιλεύς, ὡς ἂν μὴ τὸ ληφθὲν παρ' αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ χρήματα, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεσθαι. οὕτω δ' οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προσώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ' ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλονοίας. Τί δέ με χρὴ λόγου πάρεργον ποιεῖσθαι, ὡς τὰ βάρβαρα